no image
DDbDP-text
Letter to Zenon from Pyron via HGV-meta
Linked by Trismegistos ID
TM 1946.
Each record below describes this same ancient text from a different angle.
Ζήνωνι χαίρειν Πύρων. βουλόμενος ἀξιῶσαί σε παλαίτερον περὶ χαλκῶν εἰς μήκωνος συναγορασμόν, διαισχυνόμενος καὶ πλείους προσπορευομένους ἀπείρημαι. καλῶς οὖν ποιήσεις, ὅπως, ἐὰν καταπλέηις εἰς τὴν πενταετηρίδα, εὐσχημόνως συγκαταπλέ ωμέν σοι, βοηθήσας ἡμῖν πάντως εἰς ἀρτάβας ρν, ἣν ὑπὸ χεῖραχέρα σοι ἀπομετρήσω κατὰ ἀρτάβας λ. ἀξιοῦμεν δέ σε τοῦτο οὐχ ἕ νεκεν τοῦ ἰδίου μόνον, ἀλλὰ καὶ τοῦ εἰς τοὺς χάρτας ἀνη λώματος αἰτεῖν σε. ποίησον οὖν ἡμῖν πάντως. καλῶς δὲ ποιήσεις καὶ περὶ γηιδίου φροντίσας, ὃ σπείροντες διευσχημονήσομεν σέ τε οὐκ ἐνοχλήσομεν τὸν πλείω χρόνον τοῦτον τὸν σπόρον χορηγήσαντα. εὐτύχει.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.