no image
DDbDP-text
Θέωνι τῷ καὶ Φιλοσαράπιδι στρατηγῷ Ἀρσινοΐτου Ἡρακλείδου μερίδος παρὰ Παϊήους Στοτοήτεως ἀπὸ κώμης Σοκνοπαίου Νήσου. βούλομαι μισθώ σασθαι ἀποκαλυφείσηςἀποκαλυφίσης χέρσουχέρσος αἰγιαλοῦαἰγειαλοῦ περὶ τὴν προκειμένην κώμην ἀρούρας δύο εἰς ἐνιαυτὸν ἕναἕναν καὶ τελέσω ὑπὲρ ἑκάστης ἀρούρης ἀνὰ πυροῦ ἀρτάβας δύο, ἐὰν δέ τι ἄβροχον ἢ καθύδατονκαθ’ ὑδάτωνκαθύτατον γένηταιγένητε παραδεχθήσεταί μοι ἐκ τῶν ἐκφορίων. ἔτους κ Μάρκου Αὐρηλίου Ἀντωνίνου Παρθικοῦ μεγίστου καὶ Πουβλίου Σεπτιμίου Γέτα ΒρεταννικῶνΒρετανικῶν μεγίστων Εὐσεβῶν Σεβαστῶν, Μεχειρ β.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.