no image
DDbDP-text
Application for Opening of Will via HGV-meta
Linked by Trismegistos ID
TM 21316.
Each record below describes this same ancient text from a different angle.
Χαιρήμονι καὶ Θέωνι, ἀμφο τέροις ἀρχιερατεύσασι τοῦ σε βασμιοτάτου Ἁδριανείου, αἱ ρεθεῖσι πρὸς τῇ λύσει τῶν διαθηκῶν, παρὰ Ἡρακλείδου τοῦ καὶ Δημη τρίου Ἡρακλείδου, μητρὸς Σινθώνιος, ἀπʼ Ὀξυρύγχων πόλεως. Δημητρία Ἀχιλλᾶτος τοῦ Παάπιος, μητρὸς Σαραποῦ τος, ἀπὸ τῆς αὐτῆς πόλεως, θε μένη διὰ τοῦ ἐνθάδε ἀγορα νομείου τῷ Φαρμοῦθι μηνὶ τοῦ ἐνεστῶτος κα ἔτουςἐπὶ σφραγίδωνσφραγείδων διαθήκην καὶ παρα θεμένη μοι τὸ ταύτης ἐκδόσιμονἐγδόσιμον, ἐτελεύτησεν· ὅθεν ἐπι φέρων τοῦτο ἀξιῶ λυθῆναι παρόντων πρὸς τὴν λύσιν ἀπὸ τῶν μαρτύρων Σαραπάμμω νοςσαραπαμμωνα Σαραπίωνος καὶ Σαραπάμμωνος Διδύμου καὶ Ἀχιλλίωνος Ἀμόιτος καὶ Θέωνος Θέωνος τοῦ Ποτάμω νος, τῶν τεσσάρων ἀπὸ τῆς αὐ τῆς πόλεως. διέγραψα δὲ τὰς ἐπὶ τὸ αὐτὸ δραχμὰς ιϛ. ἔτους κα Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Κομμόδου Ἀντωνίνου Σεβαστοῦ Εὐσεβοῦς Ἀρμενιακοῦ Μηδικοῦ Παρθικοῦ Σαρματικοῦ Γερμανικοῦ Βρεταννικοῦ Μεγίστου, Ἐπεὶφ η. Ἡρακλείδου διαθήκη τοῦ καὶ Δημητρίου Ἡρακλείδης ὁ καὶ Δημήτρις Ἡρακλείδου ἐπιδέδωκα.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.