no image
DDbDP-text
Receipts for Weaving - Tax via HGV-meta
Linked by Trismegistos ID
TM 11914.
Each record below describes this same ancient text from a different angle.
ἔτους ἑβδόμου Αὐτοκράτορος Καίσαρος Νέρουα Τραιανοῦ Σεβαστοῦ Γερμανικοῦ Δακικοῦ Φαμενὼθ ϛ διέγραψεν Ἥρωνι καὶκὲ μετόχοις ἐκλήμπτορσι ὠνῶν Τεβτύνεως διὰ Ἡρακλ Κοτταροῦς παιδὸς Κρονίων Χεουεμ γερδιακοῦ τοῦ αὐτοῦ ἔτους ἐπὶ λόγου ἀργυρίου ῥυπαρὰς δραχμὰς δεκαέξ, γίνονται δραχμαὶ ιϛ· Πτολ ἐπιτηρητὴς σεσημείωμαι τὰς τοῦ ἀργυρίου δραχμὰς δεκαέξ . Παχὼν ιβ ὁμοίως ἄλλας ἐπὶ λόγου ἀργυρίου ῥυπαρὰς δραχμὰς ὀκτώ, γίνονται δραχμαὶ η· Πτολ σεσημείωμαι ἄλλας δραχμὰς ὀκτώ . Ἐπὶφ θ ὁμοίως ἄλλας ἐπὶ λόγου ἀργυρίου ῥυπαρὰς δραχμὰς τέσσαραςτέσσαρες, γίνονται δραχμαὶ δ. Μεχεὶρ ιδ ὁμοίως ἄλλας ἐπὶ λόγου ἀργυρίου ῥυπαρὰς δραχμὰς τέσσαραςτέσσαρες, γίνονται δραχμαὶ δ.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.