no image
DDbDP-text
Business Letter via HGV-meta
Linked by Trismegistos ID
TM 21298.
Each record below describes this same ancient text from a different angle.
Διόσκορος Ἀμμωνίῳ τῶι πολλὰ χαίρειν. γινώσκειν σε θέλω ὅτι ἐκομισάμην σου ἐπιστόλιον διὰ Ἑρμείνου τοῦ κοινοῦ φί λου ὡς κομισαμένου σου παρʼ αὐτοῦ εἰς τὸν ἐμὸν λόγον ἀριθμοῦ δραχμὰς μ, ὁμοίως καὶ πυροῦ ἀρτάβας γ, καὶ παρὰ Ἀπολλῶτος δραχμὰς ιϛ, ὥστε εἶναι ἐπὶ τὸ αὐτὸ δραχμὰς νϛ. ἴσθι δὲ σεαυτῷ ὅτι κατὰ προκοπὴν τῶν ἔργων οὐ λείψειλείψι σε τὸ κατʼ ἐμὲν μέρος ἀλλὰ διαπέμψο μαί σοι· διὸ παρακαλῶ σε, ἄδελφε, οὕτως αὐτῶν ἐπιμέλου μὴ ὡς μισθωσί μων ἀλλὰ ὡς ἰδιοκτήτων σου. καὶ καλῶς ποιήσεις ἀντιβαλὼν Σεμ πρωνίω τὸ λογαρίδιον ἵνα μοι αὐτὸ διαπέμψηται. ἰδού, καὶ ἀγράφιν ιαιω ἵνα εἰς αὐτὸ γράφῃ η εὐλαβῶς τὴν ἀρτάβην παρὰ Ἥρωνος δήλωσον ἔρρωσθαί σε δὲ εὔχομαι σὺν ὅλῳ τῷ ἀβασκάντω σου οἴκῳ. ἀπόδος Ἀμμωνίῳ ἈπολλοδώρουSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.