no image
DDbDP-text
Excerpt of a record concerning tax rebate via APIS-papyrus
Linked by Trismegistos ID
TM 28119.
Each record below describes this same ancient text from a different angle.
ἐξ ὑποκειμένου ἐπιστρατηγίᾳ καὶ ἄλλων εἰ δῶν βασιλικῆς γραμματείας ζ ἔτους μεθʼ ἕτερα· ἐπιστα τικοῦ ἱερέων κώμης Βακχιάδος α τό μου κολλήματος ξη Διοδώρου Ὥρου καὶ Ἁρθώτου Ὀννώφρεως ἱερέων Ἴσιδος καὶ Κιαλείους Πετέως ἱε ρέως Βουβάστεως καὶ Πετεύρεως Μύσθου καὶ τῶν λοιπῶν ἱερέων Σοκονοβράσεως καὶ Ὥρου Πασανίου καὶ τῶν λοιπῶν ἱερέων ἀργυρίου δραχμαὶ Αχνβ καὶ προσήχθη κγ ἔτους Καίσαρος θεοῦ ἀργυ ρίου δραχμαὶ λα ὀβολοὶ β 𐅵, γίνονται δραχμαὶ Αχπγ ὀβολοὶ β 𐅵, προσδιαγραφόμενα δραχμαὶ ρμγ ἡμιωβέλιον , γίνονται δραχμαὶ Αωκϛ τριώβολον. ἐφʼ ἧς ὁ κωμογραμματεὺς ἐδήλωσεν ὀφειλόμενα ἀπαιτεῖσθαι διὰ τῶν ἀπὸ τῆς κώμης πάντων ἐξ ἀλληλεγγύης διὰ τὸ τοὺς ἱερεῖς ἀπὸ πλήθους εἰς ὀλίγους κατ ηντηκέναι καὶ μὴ δύνασθαι ἀντέχειν.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.