no image
DDbDP-text
keiner via HGV-meta
Linked by Trismegistos ID
TM 2460.
Each record below describes this same ancient text from a different angle.
ἔτους ιβ Φαμενὼθ ιε. κριθῆς ἀνηλωτικῶι ἀρτάβαι ιβ. Ἀπολλώνιος Ἀπολλωνίωι χαίρειν. μετρήσατε μετὰ τοῦ ἐπακολουθοῦντος ἀπὸ τῶν γενημάτων τοῦ ιβ ἔτους Ἀπολλωνίωι ἐφόδωι εἴς τε αὐτὸν καὶ ἄλλους ζ ὥστʼ εἶναι η τοῖς ἐκ τοῦ ἙρμοπολίτουἙρπολίτου συναπεσταλ μένοις τοῖς ἐκ τοῦ αὐτοῦ νομοῦ πορείοις τοῖς μεταγομένοις εἰς τὸ μετὰ τοῦ βασιλέως στρατόπεδον τὴν καθήκουσαν τροφὴν τοῖς ἵπποις ἀπὸ ιϛ τοῦ Φαμενὼθ ἕως ε τοῦ Φαρμοῦθι, τῆς ἡμέρας εἰς ἕκαστον ἵππον χοίνικες γ, 𐅵 χοίνικες δ, τὰς πάσας κριθῆς ἀνηλωτικῶι ἀρτάβας δεκαδύο γίνεται ιβ, καὶ σύμβολον ποίησον πρὸς αὐτὸν ὡς εἴθισται. ἔρρωσο. ἔτους ιβ, Φαμενὼθ ιϛ. Ἀπολλώνιος. μέτρησον κριθῆς δεκαδύο, γίνεται ιβ. ἔτους ιβ, Φαμενὼθ ιϛ. ς ἈπολλωνίωιSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.