no image
DDbDP-text
keiner via HGV-meta
Linked by Trismegistos ID
TM 1635.
Each record below describes this same ancient text from a different angle.
ὑπόμνημα Ἀθηναγόραι παρὰ Θεοδώρου ἀρχιτέκτονος τοῦ Ἀρσινοίτου νομοῦ. ἀφʼ οὗ τέταγμαι τοῖς ἔργοις ἀρχιτεκτονικοῖς οὔτε ὀψώνιον δέδοται ἡμῖν οὔτε σιτομε τρία ἀπὸ ἔτους λϛ, οἱ δὲ ὑπηρε τοῦντες ἡμῖν οὐχ ὑπομε νοῦσιν ἐὰν μή τι ἐπαρκῶμεν αὐτοῖς. ἵνα οὖν μὴ ἐγκαταλει φθῶμεν ὑπʼ αὐτῶν καὶ διὰ τοῦτο τῶν ἔργων τι καθυστε ρήσηι, καλῶς ποιήσεις γράψας διδόναι ἡμῖν τὸ ὀψώ νιον καὶ τὴν σιτομετρίαν. παρεξόμεθα δὲ τὰς χρείας ἀνεγ κλήτως τῶι τε διοικητῆι καὶ σοί. ἐδίδοτο δὲ Κλέωνι ἐν Ἀλεξαν δρείαι ἡγεμονικὰ δραχμῶν τ καὶ σῖτος ἀκόλουθος, ἐν δὲ τῶι Ἀρσινοίτηι εἰς ὑπηρέτας δραχμῶν τ πυρῶν ἀρταβῶν ιβ 𐅵 κριθῶν ἀρταβῶν κε. εὐτύχει.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.