no image
DDbDP-text
keiner via HGV-meta
Linked by Trismegistos ID
TM 22742.
Each record below describes this same ancient text from a different angle.
παρὰ παμει κυριευτικῶςκυριευτασ καὶ ἐμοὶκἀμοὶ τῷ Ἑρμίᾳ τῷ καὶ Ὀλυμ πίῳ ἡ λοιπὴ ἄρουρα μία ἀκολούθως οἷς ἕκαστος ἡμῶν ἔχει δικαίοις· οὕ τως γὰρ ἕκαστος ἡμῶν τῆς ἰδίας ἀρούρης μιᾶς κρατεῖ καὶ νέμεται καὶ τελεῖ τὰ καθήκοντα δημόσια. ὁμολογῶ μηδεμίαν ἀγωγὴν ἔχειν κατὰ μηδένα τρόπον πρὸς σὲ περὶ τῆς αὐτῆς καὶ προκειμένης ὑπαρ χούσης σοι ἀρούρης μιᾶς , ἀλλὰ ταύτης κρατεῖν σε καὶ κυριεύειν τελοῦν τα τὰ ὑπὲρ αὐτῆς δημόσια πάντα ἐπὶ τὸν ἅπαντα χρόνον οὐκ ἐλατ τουμένου ὁποτέρου ἡμῶν ἐν οἷς ἔχει παντοίοις δικαίοις. τὴν δὲ ἀσ φάλειαν ταύτην δισσήν σοι προηκάμην καὶ ἐπερωτηθεὶς ὡμολόγη σα. ἔτους ζ Αὐτοκρατόρων Καισάρων Μάρκων Ἰουλίων Φιλίππων Καρπικῶν Μεγιστῶν Γερμανικῶν Μεγιστῶν Εὐσεβῶν Εὐτυχῶν Σεβαστῶν ῬουφίνωιSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.