no image
DDbDP-text
P.Lond. 1260 via HGV-meta
Linked by Trismegistos ID
TM 19253.
Each record below describes this same ancient text from a different angle.
Αὐρήλιος Ἱέραξαξ ἐπίτροπος τῆς κατωτέρω Θηβαίδος στρατηγῷ ἙρμοπολίτουἙρμοπολείτου χαίρειν δι’ ὧν ἐδήλωσά σοι γραμμάτων ἀναδιδαχθεὶς ὑπ’ ἐμοῦ ὁ κύριός μου διασημότατος καθολικὸς Σεραπόδωροςπόδωρος εἶναι τῶν ἀναγκαιοτάτων πλοῖα τριάκοντα ἐκ πεντακοσίων ἀρταβῶν ναυ πηγηθῆναι τῆς μετακομιδῆςμετακομειδῆς ἕνεκεν τῶν εκων γενέσθαι συν διὸ φρόν τισον ἅμα τῷ κομίσασθαί μου τὰ γράμματα ἐν τῷ ὑπὸ σὲ νομῷ πλοῖα δέκα τα ἐκ πεντακοσίων ἀρταβῶν χωρήσεως κατασκευάσαι, συναθροίσας νας περὶ ὧν πάλαι σοι ἐπεστάλη, καὶ ξύλα ἀκάνθινα καὶ περσόϊνα, καὶ ἐργάτας τοὺς ἐν τῇ πόλει συναγαγὼν καὶ εἰς τὴν κατασκευὴν συνεργῆσαι ποιήσας νερ επτοις η ἀπὸ τῆς διαφόρου ἐργασίας αχντων φλοιων ασθει ὡς προετάχθης πάντως, καὶ αὐτὸς οὐκ ἀγνοῶν ὡς χρὴ ἐπιμελητὰς ἤτοι ἐπείκτας καὶ ας ἐπιτηδειοτάτους καὶ εὐπορωτάτους κινδύνῳ τῆς βουλῆς εἰς τοῦτο προχειρισθῆ ναι, τὰ δ’ ἀναλώματα ὡς τῷ ταμείῳ λυσιτελεῖ ἐκ τῶν δημοσίων γενέσθαι χρημάτων. ὡς δ’ ἂν κατασκευασθέντων τῶν πλοίων μηδεμία περὶ τοῦ ἑλκύσαι αὐτὰ καὶ γενέσθαι χρήσιμα ἐνέδρα ἐπακολουθήσειεν, ἤδη καὶ τῆς ἐξαρτείας αὐτῶν καὶ τῶν μελλόντων πλεύσεσθαι ἐν αὐτοῖς ναυτῶν τε καὶ κυβερνητῶν γενέσθω πρόνοια. ὡρίσθηὡρείσθη δὲ προθεσμία τούτων μῆνες δύο, διὸ πάσῃ εὐτονίᾳ τε καὶ σπουδῇ χρησάμενος ἑκάστῳ τῶν κελευσθέν των νοῦν ἐπάγαγε, ἢ πρὸς τῷ ὑποστῆναι ἀρτίως καταδίκην εἰ καὶ ῥᾳθυμήσας ἁλοίης, καὶ περὶ αὐτῆς τῆς ψυχῆς κινδυνεύσεις. ἐρρῶσθαί σε εὔχομαι. ἔτους κ καὶ ιβἔτους κα καὶ ιγἔτους ϛ καὶ ἔτους ϛ τῶν κυρίων ἡμῶν Διοκλητιανοῦ καὶ Μαξιμιανοῦ Σεβαστῶν καὶ Κωνσταντίου καὶ ΜαξιμιΣεβαστῶν καὶ ἔτους ϛ Κωνσταντίου καὶ Μαξιμι ανοῦ τῶν ἐπιφανεστάτων Καισάρων, Μεχεὶρ α.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.