no image
DDbDP-text
keiner via HGV-meta
Linked by Trismegistos ID
TM 11731.
Each record below describes this same ancient text from a different angle.
Μονίμῳ Γεμέλλῳ βασιλικῷ γραμματεῖ Ἀρσινοίτου Ἡρακλείδου μερίδος παρὰ Στοτοήτεως Ἁρπαγάθου καὶ Πανεφρέμ μεως Πακύσεως καὶ Ὥρου Πακύσεως καὶ Πακύ σεως Ὥρου καὶ Ἀμούνεως Πακύσεως τῶν πέντε ἀπὸ κώμης Σοκνοπαίου Νήσου βουλόμεθα μισθώ σασθαι ἀπὸ χέρσου αἰγιαλίτιδος γῆς περὶ τὴν αὐτὴν κώμην ἐν τόπῳ Καρβασήϊτος λεγομένῳ ἀρούρας ἑκατὸν πεντήκοντα πρὸς μόνον τὸ ἐνεστὸς κα ἔτους ἐκφορίου κατʼ ἄρουραν ἀνὰ πυροῦ ἀρτάβας δύο γείτονεςγίτονες πάντοθεν αἰγιαλοῦ ἐδάφη ἐὰν δέ τις ἄβροχος ἢ καθʼ ὕδατος γέ νηται παραδεχθήσεται ἡμῖνἡμεῖν τὸ ἐκφόριον πρὸς ἕτερον δὲ λόγον οὐδὲν ἁπλῶς πραχθησόμεθα ἔτους κα Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Σεουήρου Ἀντωνίνου Παρθικοῦ Μεγίστου Βρεταννικοῦ Μεγίστου Εὐσεβοῦς Σεβαστοῦ Φαῶφι λ Στοτοῆτις Ἁρπαγάθου καὶ Ὧρος Πακύσεως ἐπιδεδώκαμεν ὡς πρόκειται. Στοτοῆτις ἔγραψα καὶ ὑπὲρ τοῦ Ὥρου ἀγραμμάτου. Πανεφρέμις Πακύσεως συνεπιδέδωκα. Ἀμοῦνις συνεπιδέδωκα. Πακῦσις συνεπιδέδωκα.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.