no image
DDbDP-text
Μαρεπκέμονο φρ ἔτους ἑνδεκάτου Αὐτοκράτο ρος μηνὸς ἈρτεμισίουιαΦαμενὼθ ια ἐν Ταλὶ τῆς Πολέμωνος μερίδος τοῦ Ἀρσινοίτου νομοῦ. ἐδάνεισεν Ἀφροδίσιος Λεοντίσκου Μαρεπκέμει καὶ ιάδει Παώπιος τοῖς δυσὶ Πέρσαις τῆς ἐπιγονῆς κριθῆς ἀρτάβας δεκαπέν τε, ὧν καὶ ἀπεσχήκασι παρα χρῆμα διὰ χειρὸς ἐξ οἴκου τὴν συνκεχωρημέ νην τιμήν, ἀποδότωσαν ι οἱ δεδανισ μένοι τα ἐν μηνὶ Παῦνι τοῦ ἐνεστῶτος ἑνδεκάτου ἔτους κριθὴν νέαν καθαρὰν ἄδολον ἀπὸ πάντων μέτρωι τετραχοινίκωι δι καίωι Τεβτύνεως καθεσταμένας εἰς τὴν προγεγραμ μένην κώμην τοῖς ἰδίοις ἀνηλώμασι καὶ οἷς συντάσσῃ ἂν Ἀφροδίσιος ἢ οἱ παρʼ αὐτοῦ. ἐὰν δὲ μὴ ἀποδῶσι καθʼ ἃ γέγραπται ἐν τῷ διωρισμένῳ χρόνῳ, ἀποτεισάτωσαν τιμὴν ἑκάστης ἀρτάβης ἀργυρίου δραχμὰς τέσσαρας ἢ τὴν πλίστην τιμὴν ἐν τῇ αὐ τῇ κώμηι διʼ ἐνγύων ἀλλήλων εἰς ἔκτισιν οὔσης τῆς πράξεως τῶι Ἀφροδισίωι καὶ τοῖς παρʼ αὐτοῦ κατὰ τὴν συνγραφὴν ταύ την ἔκ τε αὐτῶν τῶν δεδανισμένων ἐξ ἑνὸς καὶ ἐξ ἀμφοτέρων καὶ ἐξ οὗ αὐτῶν ἐὰν αἱρῆται καὶ ἐκ τῶν ὑπαρχόντων αὐτοῖς πάντῃ πάντων καθάπερ ἐκ δίκης. ἡ συγγραφὴι κυρία. μάρτυρες· Ἀπολλώ νιος, Δημήτριος, Επς, Νικόλαος, Διονύσιος, οἱ ἓξ τῶν κατοίκων ἱππέων. συγγραφοφύλαξ Πτολεμαῖος. ἔτους ια Καίσαρος, κεχρημάτισται διὰ μονίου καὶ Ἡρώδου νομογράφων Ταλεί. Μαρεπκέμις ιας Παώπιος οἱ δύ ο Πέρσαι τῆς ἐπιγονῆς ἔχομεν τὸ δάνειον παρὰ Ἀφρο δισίου τοῦ Λεοντίσκου κριθῆς ἀρταβῶν δεκα πέντε, ἃς καὶ ἀποδώσομεν ἐν μηνὶ Παῦνι τοῦ ἐνεσ τῶτος ἑνδεκάτου ἔτους Καίσαρος μέτρω` τετραχοι νίκῳ δικαίω` Τεβτύνεως καθεσταμένας εἰς τὴν αὐτὴν αὐτὴν κώμην, ἧς δʼ ἂν μὴ ἀποδῶμεν ἀρτά βης ἐκτίσομεν τιμὴν ἑκάστης ἀργυρίου δραχμ ὰς τέσσαρας ἢ τὴν ἐσομένην πλείστην τιμὴν καὶ ἐν γυώμεθα ἀλλήλους εἰς ἔκτισιν. καὶ τὰ ἄλλα ποιήσομεν καθὼς πρόκειται. ακατε αιουSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.