no image
DDbDP-text
Frais de transport de l’ ἀγοραστὸς σῖτος via HGV-meta
Linked by Trismegistos ID
TM 3254.
Each record below describes this same ancient text from a different angle.
θ Ἡδύλωι τειστεσα μ μετὰ τὸτηστεσαατ γράφειν εἰς τόπον ομσοιτυ τοῖς ἱππεῦσι τὸν ἀγοραστὸν σῖτον, ὑπολογεῖν ἑκάστωι εἰς τὸ φόρετρον τὸ γινόμενον ἐπὶ τοὺς ὅρμους, καθότι γράφει ὁ διοικητὴς δεῖν τὸν ἀγοραστὸν σῖτον ἐπικαθισ τάναι ἐπὶ τοὺς ὅρμους τὸ συνκεκρι μένον ἐπὶ τοῦ στρατηγοῦ κ τοῦ ἀντιγραφέωςαφ καὶ αὐτοῦ τοῦ σιτο λόγου τῶν ρ ἀρταβῶν τῶν εἰς πυρῶν λόγον χαλκοῦ δραχμὰς γ διώβολον, καὶ τοῦτο ἀναφερέσθω ἐν λόγωι, vestiges ὅπως ἀπὸ τούτου ὁ ἀγοραστὸς σῖτος καταστάθηι ἐπὶ τοὺς ὅρμους, καθό τι γράφει ὁ διοικητής. ἔτους θ, Μεσορὴ θ. λ Ἡδύλωι. μετὰ τὸ γράψαι σοι ὑπολογεῖν τοῖς κομιζομένοις τὴν τιμὴν τοῦ ἀγοραστοῦ σίτου ὥστʼ εἰς τὸ φόρετρον τῶν ρ ἀρταβῶν τῶν εἰς πυρῶν λόγον χαλκοῦ δραχμὰς γ διώβολον, συνεκρίθη ἐπὶ τοῦ στρατηγοῦ καὶ τῶν ἡγεμόνων τοῦ μετρουμένου σίτου ἀπὸ τῆς κγ τοῦ Μεσορὴ προσ κομίζεσθαι τὸν σιτολόγον καὶ τὸ φόρετρον τὸ γινόμενον. τῶν οὖν γραφομένων σοι συμβόλων τῶν μεμετρη κότων ἀπὸ τῆς κγ τοῦ Μεσορὴ μὴ ὑπολογείσθω εἰς τὸ φόρετρον. ἔτους θ, Μεσορὴ λ.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.