no image
DDbDP-text
Affitto di terreno via HGV-meta
Linked by Trismegistos ID
TM 11568.
Each record below describes this same ancient text from a different angle.
Ἀνουβίωνι Ἰσιδώρου α ρούτιος μητρὸς Κλεοπάτρας ἐν τῇ κώμηι Φνεβιῇ κάτω, πεδίου Ἀπολλωνόπολιν καὶ Ναρμῦτιν, ἀπόντι διὰ Χαιρήμονος τοῦ Χαιρήμονος φροντιστοῦ παρὰ Ἁρφαήσεως Κρονίωνος τοῦ Τεῶτος ἀπὸ κώμης Τεβτύνεως Πέρσου τῆς ἐπιγονῆς. βούλομαι μισθώσασθαι παρὰ σοῦ εἰς ἔτη δύο ἀπὸ τοῦ ἐνεστῶτος ιζ ἔτους περὶ Τεβτῦνιν, ἀπὸ τῶν ἐν αὐτουργίᾳ κλήρου ἀρουρῶν δέκα , τὰς ἐκ τοῦ πρὸς ἀπηλιώτην μέρους τούτων ἀρού ρας πέντε , ἀντὶ τῶν ὑπὲρ αὐτῶν κατʼ ἔτος φορέτρων καὶ σιτικοῦ καὶ ἀργυρικοῦ, σπείρων κατʼ ἔτος οἷς ἐὰν αἱρῶμαι. ἔσχον δὲ ἐγὼ ὁ Ἁρφα ῆσις παρὰ σοῦ διὰ Χαιρήμονος εἰς προχρείας λόγον δραχμὰς τεσσεράκοντα ὀκτώὀκτώι , καὶ εἰς τιμὴν τῶν σπειρομένων ἄλλας δραχμὰς τεσσεράκοντα ὀκτὼ , ἃς καὶ ἐπὶ τὸ αὐτὸ ἀργυρίου δραχμὰς ἐνενήκοντα ἓξ ἀποδώσωἀποδώσωι Παῦνι τοῦ ἐνεσ τῶτος ιζ ἔτους ἀτοκὶ ἄγοντός μου τὰ τῶν ἀρουρῶν γεωργικὰ ἔργα πάντα ὅσα καθήκεικαθήκι ἐκ τοῦ ἰδίου τοῖς δέουσι καιροῖς, βλάβος μηδὲν ποιῶν· τοῦ δὲ χρόνου πληρωθέντος παραδώσω τὰς ἀρούρας καθαρὰς ἀπὸ θρύου καλάμου ἀγρώστεως δείσης πάσης· ἐὰν φαίνηται μισθῶσαι. Ἀνουβίων Ἰσιδώρου Σωσικόσμιος ὁ καὶ Ἀλθαιεὺς, διὰ Χαιρήμονος, μεμίσθωκα ἐπὶ τοῖς προκειμένοις τὰς προειρη μένας ἀρούρας εἰς ἔτη δύο ἀπὸ τοῦ ἐνεστῶτος ιζ ἔτους Ἀντωνείνου Καίσαρος τοῦ κυρίου. Ἁθὺρ ι.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.