no image
DDbDP-text
Ricevuta fiscale via HGV-meta
Linked by Trismegistos ID
TM 11566.
Each record below describes this same ancient text from a different angle.
παρὰ Ἡρακλέους καὶ μετόχων σιτολόγων κώμης Κερκήσεως· ἐμετρήθη ἐπὶ θησαυροῦ τῆς προκειμένης κώμης ἀπὸ γενήματος ιβ ἔτους Ἀντωνείνου Καίσαρος τοῦ κυρίου, διὰ πράκτορος, Ἀσκληπιάδης Ἀσκληπιάδου κατοικικοῦ Κερκήσεως πυροῦ μέτρῳ δημοσίῳ ξυστῷ ἐπαιτὸν ἀρτάβας δέκα ἓξ τέταρτον τετρακαιεικοστόντετρακοεικοστόν· γίνεται πυροῦ ἀρτάβαι ιϛ δ κδ καὶ τὰ προσμετρούμενα. Τρύφων πράκτωρ μεμέτρημαι τὰς τοῦ πυροῦπουροῦ ἀρτάβας καθὼς πρόκειται. ἔτους δωδεκάτου Αὐτοκράτορος Καίσαρος Τίτου Αἰλίου Ἁδριανοῦ Ἀντωνείνου Σεβαστοῦ Εὐσεβοῦς Μεσορὴ ιβ. Ἀμμώνιος καὶ οἱ μέτοχοι σιτολόγοι Κερκήσεως μεμετρήμεθα ἀπὸ τῶν γενημάτων τοῦ αὐτοῦ ἔτους εἰς Ἀσκληπιάδην Ἀσκληπιάδου κατοικικοῦ πυροῦ μέτρῳ δημοσίῳ ξυστῷ ἀρτάβας τέσσαρες ἥμισυ· γίνεται πυροῦ ἀρτάβαι δ 𐅵 καὶ τὰ προσμετρούμενα. εἰς αὐτὸν Ἀσκληπιάδην ἀρτάβας πυροῦ ἕξ γίνεται πυροῦ ἀρτάβαι ϛ καὶ τὰ προσμετρούμενα.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.