no image
DDbDP-text
Loan of Seed - corn via HGV-meta
Linked by Trismegistos ID
TM 2818.
Each record below describes this same ancient text from a different angle.
βασιλεύοντος Πτολεμαίου τοῦ Πτολεμαίου καὶ τοῦ υἱοῦ Πτολε μαίου ἔτους κδ ἐφʼ ἱερέως Ἀριστονί κου τοῦ Περιλάου Ἀλεξάνδρου καὶ θεῶν Ἀδελφῶν κανηφόρου Ἀρσι νόης Φιλαδέλφου Χαρέας τῆς Ἀπί ου μηνὸς Μεσορή. ἔχει Πᾶσις Τ απιος ἱερεὺς παρὰ Πάριτος Σισυβαίου τοῦ παρὰ Ἁριμούθου τοῦ νομάρχου ἐκ τῆς κάτω τοπαρχί ας τὸ γραφὲν λῆμμα καὶ ἀνάλω μα σπέρμα εἰς τὸ κε ἔτος εἰς τὸν Φιλοξένου κλῆρον βασιλικὸν τῶν Τελέστου πυρῶν μ, κριθῶν λη γ αἳ πυρῶν κγ, ὀλυρῶν ξζ ἥμισυ αἳ πυρῶν κζ, τοῦ παντὸς εἰς πυρῶν ἀρτάβας ϙ, σῖτον καθαρὸν ἄδολον ἀπὸ πάντων μετρήσει δικαίαι μέτρωι τῶι ἐννεακαιεικοσιχοινίκωι τῶι πρὸς τὸ χαλκοῦν. ἀπομετρησά τω δὲ Πᾶσις εἰς τὰ βασιλι κὰ ἀποδόχια τοῦ κε ἔτους τὰ ἐκφό ρια τῆς γῆς εἰς ἣν εἴληφεν τὸ σπέρμα κατὰ τὴν μίσθωσιν ἐκ πλήρους μηθένα ὑπόλογον ποιούμενος ἀβρόχου, καὶ τὸ σπέρ μα ὃ εἴληφεν πρότερον τῶν ἐκφορί ων ἐκἐγ νέων. DemoticSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.