no image
DDbDP-text
Φίλωνι ἀρχιφυλακίτηι παρὰ Διονυσίου τοῦ Ζωίλου τοῦ ἀντιγραφομένου παρʼ οἰκονόμου τὴν ἀπόμοιραν τῶν περὶ Θεογονίδα τόπων. τῆι ιη τοῦ ἐνεστῶτος μηνὸς Φαμενὼθ ἤδη λύχνων καομένων λουομένου μου ἐν τῶι καλουμένωι Ἀριστοδήμου καινῶι βαλανείωι καὶ χρωμένου σικύαι ἀρυταίνηι περιεσπάσθην ὑπὸ Φίλωνός τινος τῶν στρατιωτῶν ὡς παραχύτην με εἰ πόντος προσπηδήσας μοι μετʼ ἄλλων, ὧν τὰ ὀνόματα ἀγνοῶ, ἔτυπτόν με πυγμαῖς τε καὶ λακτίσμασιν εἰς ὃ τύχοι μέρος τοῦ σώματος καὶ ἐκσπάσαντές με ἐκ τοῦ βαλανείου ἦγον ὡς ἐπὶ τὴν κατὰ τὸ Σαμοθράικιον πύλην. ἐπιφανέντων δὲ τινῶν φυλακιτῶν παρέδωκάν με αὐτοῖς. ἐπεὶ οὖν κλινοπετήςκλεινοπετής εἰμι, ἀξιῶ συντάξαι ἀσφαλίσασθαι τὸν Φίλωνα καὶ τοὺς μεθʼ αὑτοῦ μέχρι τοῦ ἐπιγνωσθῆναι τὰ κατʼ ἐμέ. τούτου δὲ γενομένουSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.