no image
DDbDP-text
Διονυσίωι οἰκονόμωι παρὰ Διονυσοδώρου τοῦ Διονυσοδώρου τῶν ἐξ Ἡρακλέους πόλεως. συντιμῶμαί σοι ἃς πεφύτευμαι κατὰ τὸν ἐκτεθέντα καιρὸν εἰς τὸ ιθ ἔτος ἐν τῶι ὑπάρχοντί μοι ἀμπελῶνι περὶ κώμην Θμοιναυ σῖριν τοῦ Πέραν ἐν τῶι Σωστράτου κλήρωι ἱππικῶι α δραχμῶν ἑκατὸν πεντή κοντα γίνονται ρν, ὧν τὴν ἕκτην τάξομαι ἐν τῶι καθήκοντι καιρῶι ἀνθυφαιρουμένων μοι τῶν πεφιλανθρωπημένων ὑπὸ τοῦ βασιλέως ἐπιπέμπτων δραχμῶν τριάκοντα . ἀξιῶ οὖν κατατάξαι τῆς ἀπογρα φῆς ἀντίγραφον παρὰ σοὶ ἐν χρηματισμῶιSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.