no image
DDbDP-text
βασιλείας τοῦ θειοτάτου καὶ εὐσεβεστάτου ἡμῶν δεσπότου μεγίστου εὐεργέτου Φλαουΐου Τιβερίου Μαυρικίου τοῦ αἰωνίου Αὐγούστου Αὐτοκράτορος ἔτους ε, ὑπατείας τοῦ αὐτοῦ εὐσεβεστάτου ἡμῶν δεσπότου ἔτους δ ἰνδικτίωνος ε. τοῖς ὑπερφυεστάτοις διαδόχοις τοῦ τῆς εὐκλεοῦς μνήμης Ἀπίωνος γενομένου πρωτοπατρικίου γεουχοῦσιν καὶ ἐνταῦθα τῇ λαμπρᾷ Ὀξυρυγχιτῶν πόλει διὰ Μηνᾶ οἰκέτου τοῦ ἐπερωτῶντος καὶ προσπορίζοντος τοῖς ἰδίοις δεσπόταις τοῖς αὐτοῖς πανευφήμοις προσώποις τὴν ἀγωγὴν καὶ ἐνοχήν, Αὐρήλιοι Παμούθιος φροντιστὴς υἱὸς μητρὸς Στεφανοῦδος καὶ Γεώργιος υἱὸς μητρὸς Πρόκλας καὶ Παῦλος πρεσβύτερος υἱὸς μητρὸς Θέκλας καὶ Τιενήσιος υἱὸς μητρὸς Τεκραμπε καὶ Μηνᾶς υἱὸς Ἀνου μητρὸς οἱ πάντες ὁρμώμενοι ἀπὸ ἐποικίου τοῦ Ὀξυρυγχίτου νομοῦ διαφέροντος τῇ ὑμῶν ὑπερφυείᾳ ἐναπόγραφοι αὐτῆς γεωργοὶ χαίρειν. ὁμολογοῦμεν ἐσχηκέναι παρὰ τῆς ὑμῶν ὑπερφυείας ἐντεῦθεν ἤδη λόγῳ σπερμοβολίας κ γραμμάτιον σπερμοβολίας τῶν ἀπὸ κSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.