no image
DDbDP-text
ἔτους ὀγδόου Αὐτοκράτορος Καίσαρος Τίτου Αἰλίου Ἁδριανοῦ Ἀντωνείνου Σεβαστοῦ Εὐσεβοῦς Φαμενὼθ κη. διέγραψαν Θέωνι ἐγλήμπτορι ἀγορανομίας νομοῦ καὶ ἄλλων ὠνῶν διὰ Ἡρακλ Ὥρος Σαταβοῦτος καὶ οἱ λοιποὶ ἱερεῖς Σοκνοπαίου Νήσου ὑπὲρ ἀποτάκτου λέμβωνρλεμβων ηθμων τοῦ διεληλυθότος ἑβδόμου ἔτους ἀργυρίου δραχμὰς ἑκατόν, γίνονται δραχμαὶ ρ, ὁμοίως οἱ αὐτοὶ ὑπὲρ διπλώματος ὧν ἔχουσι ὄνων τοῦ διεληλυθότος ἑβδόμου ἔτους ἀργυρίου δραχμὰς ἑκατὸν, γίνονται δραχμαὶ ρ.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.