no image
DDbDP-text
Pachtvertrag über Rebenland via HGV-meta
Linked by Trismegistos ID
TM 21044.
Each record below describes this same ancient text from a different angle.
vestiges βασιλείας καὶ ὑπατείας τοῦ θειοτάτου ἡμῶν δεσπότου Φλαυίου Ἰουστίνου τοῦ αἰωνίου Αὐγούστου Αὐτοκράτορος ἔτους τετάρτου Θὼθ τοῦ μηνὸς ἑβδόμῃ τῆς σὺν θεῷ εὐτυχῶς παρούσης τρίτης ἰνδικτίονος ἐν Ἀντινόου πόλει τῇ λαμπροτάτῃ. Φλαουίῳ Φιλίππῳ τῷ λαμπροτάτῳ ἐξκέπτορι τῆς κατὰ Θηβαΐδα λαμπρᾶς δουκικῆς τάξεως υἱῷ τοῦ τῆς ἀρίστης μνήμης Θεοδοσίου γεουχοῦντι κατὰ ταύτην τὴν πόλιν παρʼ ἡμῶν παρόντων ἀμφοτέρων ἀλληλαναδόχωνἀλληλαναδώχων καὶ ἀλληλομανδατόρωναλληλομαντατορων κατὰ τὸ τῶν δύο ῥέωνῥέον προμιττέντων δίκαιον Αὐρηλίων Φιβίου υἱοῦ Σιρίου ἐκ μητρὸς Θαήσιος καὶ Ἰερημίου υἱοῦ αὐτοῦ ἐκ μητρὸς Τεκρομπίαςμητρὸς Στεκρομπίας ἀμπελουργῶν ὁρμωμένων μὲν ἀπὸ κώμης Ἰβιῶνος Σεσεμβώθεως τοῦ Ἑρμουπολίτου νομοῦ, ἐφεστώτων δὲ ἐνταῦθαενταυτα ἐπὶ τῆς αὐτῆς Ἀντινοέων πόλεως χαίρειν. ὁμολογοῦμεν διὰ ταύτης ἡμῶν τῆς ἐγγράφου μισθωτικῆς ὁμολογίας ἐξ ἀλληλεγγύης ἀλληλανάδοχοι ἑκουσίως καὶ αὐθαιρέτως μεμισθῶσθαι παρʼ ὑμῶν πρὸς πενταετῆ χρόνον λογιζόμενον ἀπὸ τῆς προγεγραμμένης ἡμέρας καὶ καρπῶν τῆς σὺν θεῷ εἰσιούσης τετάρτης ἰνδικτίονος καὶ αὐτῆς καὶ τοῦ ἑξῆς χρόνου κατʼκαθʼ ἔτος τὸ ὑπάρχον ὑμῖν καὶ διαφέρον ἀμπελικὸν χωρίον ἔμφυτον ἀρουρῶν τεσσάρων ἀποκρινόμενον περιτετειχισμένονπεριτετειχεισμένον ὥς ἐστιν καὶ πεφιλοκαλημένον σὺν λάκκῳ ὁλοκλήρῳ καὶ μονῇλίμνῃ καὶ οἰκίᾳ καὶ ἐπαύλιδι καὶ ἀχυροβολῶνι καὶ ληνοπίθῳ καὶ πωμαρίῳ καὶ ξυλίνῳ ὀργάνῳ ἐξηρτισμένῳ σὺν φυτοῖς παντοίοις ἐγκάρποις τε καὶ ἀκάρποις καὶ φοίνιξι καὶ δικαίοις πᾶσι καὶ χρηστηρίοις μετὰ τῆς καθόλου αὐτοῦ περιοχῆς διακείμενον ἐν τῇ κάτω πνήσῳ πόλεως Ἀντινόου, ἐφʼ ᾧ ἡμᾶς τοῦτο ἔχειν ἐπὶ τὴν ἡμῶν ἀμπελουργικήν τε καὶ χερικὴν ἐργασίαν καὶ πᾶσαν αὐτοῦ φιλοκαλίαν ποιήσασθαι δίχα οἵας δήποτε ἀμελείας καὶ καταφρονήσεως καὶ ἀρδεῦσαι τοῦτο μετὰ τοῦ γεωργοῦ πωμαρίου ἐκ τῶν ἐκεῖσε γεωργικῶν ζῴων ποτισμοῖς τοῖς δέουσιν ἀδιαλείπτωςἀδειαλείπτως, ἐν μὲν χειμῶνι δισσάκιςδισάκις κατὰ μῆνα, ἐν δὲ θέρει τρισσάκιςτρισάκις κατὰ μῆνα, καὶ τοῦτοταῦτα σκάπτειν καὶ τὸτον ἐκεῖσε λαχάνιον καὶ τοῦτο κλαδοτομῆσαι δικαίαις κλαδοτομίαις καὶ ὑφορθῶσαιὑφορθ τοῖς ὑμετέροις μέντοι καλάμοις καὶ βοτανολογῆσαι καὶ φυλλολογῆσαι ἁπαξαπλῶς καὶ πᾶσαν τούτου ποιεῖσθαι ἐργασίαν ἀμέμπτως καὶ ἀκαταγνώστως κινδύνῳ ἡμῶν καὶ πόρῳ τῆς ἡμῶν εὐπορίας. καὶ τοῦ καιροῦ γενομένου κατʼκαθʼ ἔτος τῶν τρυγῶν τὸ περι γιγνόμενον τοῦ γλεύκους μερισθήσεται εἰς ἡμᾶς κατὰκὰ τὸ ἥμισυ μέρος, εἰς σὲ μὲν τὸν προειρημένον μέρος ἓν ὑπὲρ τῶν δημοσίων καὶ ἐκφορίων, εἰς ἡμᾶς δὲ μετὰ τοῦ ἐκεῖσε γεωργοῦ ἄλλο μέρος ὑπὲρ τῶν καμάτων. ἐξεῖναι δέ σοιυμιν τῷτοις γεούχῳγεουχοις ἐκ τοῦ κοινοῦ γλεύκους πρὸ τοῦ μερισμοῦ ἀπολαμβάνειν κάδους ὀγδοήκοντα , ὑπὲρ μὲν παιδαρικῶν κάδους πεντήκοντα , ὑπὲρ δὲ πρωτοληνῶν μεστὰ ἀγγεῖαἀγγῖα τριάκοντα . παρέξομενπαρέξωμεν δὲ ὑμῖν τὰς εἰθισμένας τῆς τρύγης δαπάνας καὶ τὰ ἀναλώματα κατὰ τὸ ἔθος καὶ οὐ δυνατὸν ἡμῖν ἀποστῆναι τῆς τούτου ἐργασίας πρὸ περαιώσεως τοῦ χρόνου ὡς ἂν εἰ νόμων βοηθείας ὑπερειδομένοιςὑπερειδομενοι, καὶ εἰ τοῦτο ποιήσοιμεν, παρέξομενπαρέξωμεν λόγῳ προστίμου χρυσίου νομίσματανομισμα δώδεκα ἀναμφιλόγως. ἡ μίσθωσις κυρία ἔστω καὶ βεβαία μεθʼ ὑπογραφῆς τοῦ ὑπὲρ ἡμῶνμων ὑπο γράφοντος καὶ ἐφʼ ἅπανταεφ καὶ ἐπερωτηθέντεςἐρωτηθέντες ὡμολογήσαμεν.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.