no image
DDbDP-text
keiner via HGV-meta
Linked by Trismegistos ID
TM 11306.
Each record below describes this same ancient text from a different angle.
Δείῳ καὶ Σαβείνῳ γεγυμνασιαρχηκόσι καὶ μετόχοις δημοσίοις τραπεζίταις Σωτήριχος Πρωτᾶ καμηλοτρόφος κώμης Διονυσιάδος· ἀπέχω παρʼ ὑμῶν τὰς ἐπισταλείσας μου ὑπὸ Πτολεμαίου βασιλικοῦ γραμματέως Πολέμωνος μερίδος διαδεχομένου καὶ τὰ κατὰ τὴν στρατηγίαν Θεμίστου καὶ Πολέμωνος μερίδος ὑπὲρ φορέτρων πυροῦ ἀπεργασίας γενομένης ἐπʼ αὐτῷἐπι σοι ἀπὸ θησαυρῶν Πολέμωνος εἰς ὅρμον Καινῆς γενήματος ιζ ἔτους πυροῦ ἀρτάβας νη ϛ η, τιμῆςτειμῆς ὡς τῆς ἀρτάβης ἐκ δραχμῶν η, τὰς συναγομένας ἀργυρίου δραχμὰς τετρακοσίας ἑβδομήκοντα ὀβολοὺς δύο, γίνονται δραχμαὶ υο διώβολον. ἐγράφη διὰ Μαρίωνος νομογράφου φαμένου μὴ εἰδέναι γράμματα καὶ ἔστιν ὡς ἐτῶν λε οὐλὴ δακτύλῳ α χειρὸςχι δεξιᾶς. ἔτους ιη Ἀντωνίνου Καίσαρος τοῦ κυρίου Μεχεὶρ κζκϛ.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.