no image
DDbDP-text
Brief der Eudaimonis an ihren Sohn Apollonios via HGV-meta
Linked by Trismegistos ID
TM 19423.
Each record below describes this same ancient text from a different angle.
Εὐδαιμονὶς Ἀπολλωνίωι τῶι υἱῶι πλεῖστα χαίρειν. λίαν ἐχάρην ἀκούσασα ὅτι ἔρρωσαι καὶ ἡ ἀδελφή σου Σοῆρις. ἀφʼ ᾗς ἡμέρας ἔπεμψάς μοι, ἐζήτησα τὸ λακώνιον καὶ οὐχ εὗρον ἀλλὰ ἀτταλιανὸν σα πρόν. οὐκ ἀγνοεῖς δὲ ὅτι ἡμιλίτριονἡμῖν τρον ἔδωκας καὶ δραχμὰς β ὁλκῆςκαὶ ἐβλάβης εἰς τὸ συνθεσείδιον τὸ λευκόν. διὸ δαπανᾶς λίτραν μίαν καὶ ὁλκῆς στατῆρα. ἀγοράσεις οὖν καὶ πέμψεις, ἵνα τα χέως σοι πεμφθῇἀποπεμφθῇ. παρακαλῶ δέ σε μένε ἐπὶ σαυτοῦἐπὶ ἑαυτοῦ, ἵνα μή με λυ πήσῃς ειμααον. ἄσπα σαι Ἀλινὴν τὴν ἀδελφήν σου. εὐ χάριστεῖ σοι λίαν Σοῆρις καὶ ἔγρα ψέ μοι ἐπιστολὴν περὶ τούτου. ἀσπάζεταί σε καὶ τὴν μητέρα Ἡ ραιδοῦς ἡ μικρά. ἔρρωσο τέκνον. Χοίακ κδ. Ἀπολλωνίωι στρατηγῶι Ἀπολλωνοπολίτου.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.