no image
DDbDP-text
Partage de propriété entre deux frères via HGV-meta
Linked by Trismegistos ID
TM 129808.
Each record below describes this same ancient text from a different angle.
ἀπὸ τοῦ τοίχου τῶν υἱῶν Ῥωδοῦ εἰς λίβα, ἕως τῶν Σωτήρων καὶ τῶν τοίχων μεταξὺ ἡμῶν κοινὰ καὶ ἀδιαίρεταἀδιαίρετον μέχρι νῦν· σήμερον δὲ ἐβουλήθημεν τούτων τῶν διαιρετοὺς ποιεῖσθαι, καὶ προσλαβόμενοι ἐμπείρους ἄνδρας καὶ τεχνίταςτεχνείτας καὶ ουσι κατὰ τοῦτο ὁμολογοῦμεν ὀμνύντες Θεὸν παντοκράτορα καὶ τὴν εὐσέβειαν καὶ νίκην τοῦ δεσπότου ἡμῶν Φλαυίου Ζήνωνος τοῦ αἰωνίου Αὐγούστου Αὐτοκράτορος διαιρῆσθαι πρὸς ἑαυτοὺς οὕτως· ἐμὲ μὲν τὸν προγεγραμμένον Διόσκορον κεκληρῶσθαι καὶ λελογχέναι εἰς τὸ κατ’ ἐμὲ ἥμισυ μέρος ἀπὸ τοῦ μεγάλου λιβικοῦ δώματος τῆς μεγάλης οἰκίας τοῦ βάλλοντος ἐπὶ τὴν λιβικὴν καὶ νοτίνην ῥύμην τὸ βορινὸν ἥμισυ μέρος ἕως τῆς οἰκίας τῶν κληρονόμων Ἡλιοδώρας· ἀπὸ δὲ τοῦ μικροῦ δώματος ἐπάνω τῆς αὐλῆς τὸ ἀπηλιωτικὸν ἥμισυ μέρος καὶ τὴν μικρὰν καμάραν ἐν τῷ καταγαίῳ ὑποκάτω τιοῦ στάβλου νεύουσαν εἰς βορρᾶ· καὶ τὸτοῦ βορινόνβορινοῦ ἡμῶν μέρουςμέρος τῆς αὐλῆς ἀπὸ τοῦ μέσου τοίχου μεταξὺ τῶν κληρονόμων Παύλου εἰς βορρᾶ μέχρι τοῦ καμηλῶνος τῶν κληρονόμων Ἀρτεμιδώρου σχολαστικοῦ τὸ νοτινὸν ἥμισυ μέρος ἀπὸ ἀπηλιώτου εἰς λίβα στοι μέσῳ τοίχῳ μεταξὺ τῶν κληρονόμων Παύλου καὶ τοβιον ἐκ νότου τῶν Σωτήρων. ἐμὲ δὲ τὸν προγεγραμμένον Ἰωάννην κεκληρῶσθαι καὶ λελογχέναι εἰς τὸ κατ’ ἐμὲ ἥμισυ μέρος ἀπὸ μὲν τοῦ λιβικοῦ μεγάλου δώματος τῆς μεγάλης οἰκίας τὸ νότινον ἥμισυ μέρος. ἀπὸ δὲ τοῦ μικροῦ δώματος ἐπάνω τῆς αὐλῆς τὴν λιβικὴν μερίδα ἐπάνω τοῦ πεσσοῦ, καὶ ἀπὸ τοῦ καταγαίου τὴν μέγαλην καμάραν νεύουσαν εἰς βορρᾶ καὶ ἀπὸ τῆς αὐλῆς τὴν βορρινὴν μερίδαμερίδι πρὸς τῷ καμηλῶνι τῶν κληρονόμων Ἀρτεμιδώρου σχολαστικοῦ ἀπὸ ἀπηλιώτου εἰς λίβα ἕως υ τῶν Σωτήρων ἐκ βορρᾶ τῆς μερίδος Διοσκόρου τοῦ ἐμοῦ ἀδελφοῦ, δηλαδὴ τοῦ κρυπτηρίου ἐγγύςἐνγὺς τῆς αὐτῆς αὐλῆς νεύοντος εἰς ἀπηλιώτην κοινοῦ ὄντος μεταξὺ ἡμῶν ἐπὶ σοῦ κατὰ τὸ ἥμισυ μέρος, ἐφ’ ᾧτε ἕκαστον ἡμῶν ἐπικρατεῖν καὶ κυριεύειν καὶ κυριεύειν καὶ δεσπόζειν τῆς λαχούσης αὐτῷ μοίρας καὶ χρῆσθαι καὶ οἰκονομεῖν καὶ δι οικεῖν περὶ αὐτῆς καὶ παραπέμπειν ἐπὶ κληρονόμους καὶ διαδόχους καὶ διακατόχους ἢ καθ’ ὅντινα τρόπον ἀνεμποδίστως καὶ ἀκωλύτως καὶ μὴ παραβῆναι τὰ ἐγγεγραμμένα. εἰ δὲ παραβαίη τις ἐξ ἡμῶν, παρέξει τὸ μὴ ἐμμένον μέρος τῷ ἐμμένοντι μέρει λόγῳ προστίμου καὶ παραβάσεως χρυσοῦ οὐγκίαν μίαν μετὰ καὶ τοῦ οὐδὲν ἧττον ἀρραγῆ καὶ ἀσάλευτον εἶναί τε καὶ τὴν διαίρεσιν κυρίαν οὖσαν καὶ βεβαίαν καὶ ἐπερωτηθέντες ὡμολογήσαμεν. Φλάυιος Ἰωάννης Ἀλῖτος ὁ προκείμενος ἐθέμην τὴν διαίρεσιντιέρεσιν καὶ πείθομαιπίθομε πᾶσι ὡς πρόκειται. Φλάυιος Διόσκορος Ἀλῆτος ὁ προκείμενος ἐθέμην τὴν διαίρεσιντιέρεσιν καὶ πείθομαι πᾶσι ὡς πρόκειται. Αὐρήλιος Ἀρρεῦς Σιλβανοῦ ἀπὸ Ἑρμοῦ Πόλεως μαρτυρῶ τῇ διαιρέσειτιαιρέσει ἀκούσας παρὰ τῶν θεμένων. υφενου ἀπὸ Ἑρμοῦ Πόλεως μαρτυρῶ τῇ διαιρέσει ἀκούσας παρὰ τῶν θεμένων. Αὐρήλιος Κολλοῦθος Ἰωάννου μαρτυρῶ τῇ διαιρέσειδιαρρέσει ἀκούσας παρὰ τῶν θεμένων. δι’ ἐμοῦ ἐγράφηSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.