no image
DDbDP-text
Reçu pour le paiement du τέλος καταλοχισμῶν via HGV-meta
Linked by Trismegistos ID
TM 11271.
Each record below describes this same ancient text from a different angle.
Σαραπάμμων δημοσιώνης τέλους καταλοχισμῶν Ἀρσινοείτου καὶ ἄλλων νομῶν διὰ Ἀπολλωνίου βοηθοῦ Λογʼγινίᾳ Θερμοῦθι χαίρειν. διέγρα ψάς μοι τέλος μετεπιγραφῆς οὗ παρεχωρήθης διὰ τοῦ καταλογείου τῷ ιβ ἔτει Φαρμοῦθι παρὰ Λογʼγινίας Λογʼγινιαίνης περὶ πεδίον Ψεναρ ψενήσεως ἡμίσους μέρους ἐλαιῶνος ἐν κατοίκων τάξει ἀρου ρῶν τεσσάρων ἡμίσους μετὰ τὰς διαγραφείσας ιγ ἔτει Χοιὰκ κα ἐπὶ λόγου δραχμὰς τεσσεράκοντα καὶ νῦν τὰς λοιπὰς πλήρης ἐν δραχμαῖς δεκαοκτώ . ἔρρωσο. ἔτους ιδ Λουκίου Σεπτιμίου Σεουήρου Εὐσεβοῦς Περτίνακος Ἀραβικοῦ Ἀδιαβηνικοῦ Παρθικοῦ Μεγίστου καὶ Μάρκου Αὐρηλίου Ἀντωνίνου Εὐσεβοῦς Σεβαστῶν καὶ Πουβλίου Σεπτιμίου Γέτα Καίσαρος Σεβαστοῦ Τῦβι κε. Σαραπάμμων σεσημείωμαι σύμβολον ὡς ἔστιν κατὰ τὸν νόμοντοὺς νόμους.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.