no image
DDbDP-text
Prêt d’argent via HGV-meta
Linked by Trismegistos ID
TM 11191.
Each record below describes this same ancient text from a different angle.
ἔτους ἑβδόμου Τιβερίου Κλαυδίου Καίσαρος Σεβαστοῦ Αὐτοκράτορος μηνὸς Δαισίου ιϛ Φαρμοῦθι ιϛ ἐν σιρει τῆς Πολέμωνος μερίδος τοῦ Ἀρσινοίτου νομοῦ. ἐδάνισεν Πάτρων Σωτηρίχου ὡς ἐτῶν ἕξ , οὐλὴ δακτύλῳ πρώτῳ χειρὸς ἀριστερᾶς, Κρονίωνι Ἁρεώτου Τισείνιος Πέρσης τῆς ἐπιγονῆς ὡς ἐτῶν πέντε οὐλὴ δακτύλῳ δευτέρῳ χειρὸς ἀργυρίου ἐπισήμου κεφαλαίου δραχμὰς διακοσίας τεσσαράκοντα , ἃς καὶ εἴληφεν ὁ δεδανεισμένος Κρο νίων παρὰ τοῦ Πάτρωνος παραχρῆμα διὰ χειρὸς ἐξ οἴκου, τόκου ὡς ἐκ δραχμῆς μιᾶς τῇ μνᾷ τὸν μῆνα ἕκαστον, τὸ δὲ δάνειον τοῦτο τὰς κεφαλαίου ἀργυρίου δραχμὰς διακοσίας τεσσαράκοντα καὶ τοὺς τόκους ἀποδότω ὁ δεδανεισμένοςδεδανισμένος Κρονίων τῷ Πά τρωνι ἐν μηνὶ ΦαμενώθΦαμενώ τοῦ εἰσίοντοςἰσίοντος ὀγδόου ἔτους Τιβερίου Κλαυδίου Καίσαρος Σεβαστοῦ Αὐτοκράτορος· ἐὰν δὲ μὴ ἀποδῶι καθὰ γέγραπται ἀποτισάτω ὁ δεδανεισμένοςδεδανισμένος Κρονίων παραχρῆμα τὸ μὲν τῆς πράξεως οὔσης τῷ Πάτρωνι παρά τε τοῦ Κρονίωνος καὶ ἐκ τῶν ὑπαρχόντων αὐτῷ πάντων Κρονίων Ἁρεώτου Πέρσης τῆς ἐπιγονῆς ωνοSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.