Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · papyrus

p.flor.3.380

Vendita di terreno via HGV-meta

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

The same text in other collections

Linked by Trismegistos ID TM 19393. Each record below describes this same ancient text from a different angle.

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

ἔτους δωδεκάτου αὐτοκρατόρων καισάρων Λουκίου Σεπτιμίου Σεουήρου εὐσεβοῦς Περτίνακος Ἀραβικοῦ Ἀδιαβηνικοῦ Παρθικοῦ μεγίστου καὶ Μάρκου Αὐρηλίου Ἀντωνίνου εὐσεβοῦς σεβαστῶν καὶ Πουβλίου Σεπτιμίου Γέτα καίσαρος σεβαστοῦ διαγραφὴ διὰ τῆς ἐν Ἑρμουπόλει ἐπιτηρουμένης τραπέζης. Εὐδαιμονὶς ἡ καὶ Φίντυς Δημητρίου διὰ τοῦ ἀνδρὸς Ἑρμείνου τοῦ καὶ Ἀχιλλέως Ἀχιλλέως Εὐδαίμονι καὶ Θεοδώρᾳ ἀμφοτέροις Ἑρμαίου Εὐδαίμονος μητρὸς τῆς καὶ Τερεῦτος μετὰ κυρίου τῆς Θεοδώρας τοῦ ἀδελφοῦ Εὐδαίμονος τὰς ὑπαρχούσας αὐτοῖς τῷ μὲν Εὐδαίμονι κατὰ τὸ δίμοιρον, τῇ δὲ Θεοδώρᾳ κατὰ τὸ τρίτον, ἐν τῷ Πάσκῳ περὶ Μνάχιν ἐκ τοῦ Σατύρου Ταρουθίννου ἀπὸ κοινῶν ἀρούρας γῆς κατοικικῆς ἀναιτήτου ἀρούρας δεκατρεῖς ἥμισυ τρίτον , ἃς παραδώσουσι κατʼ ἀγρὸν σπορίμας πλήρεις τῷ τῆς κατοικίας δικαίῳ σχοινίῳ καθαρὰς ἀπὸ βασιλικῆς καὶ παντὸς εἴδους ἐπὶ ταῖς μ γειτνίαις, τιμῆς ἀργυρίου δραχμῶν χιλίωνχειλίων πεντακοσίων παρὰ τῆς ὠνουμένης κατὰ τὴνδε τὴν διαγραφὴν, καὶ εἶναι περὶ αὐτὴν καὶ τοὺς παρʼ αὐτῆς τὴν τῶν πεπραμένων ὡς πρόκειται ἀρουρῶν κυρείαν καὶ κράτησιν, χρωμένους καὶ οἰκονομοῦντας περὶ αὐτῶν καθʼ ὃν ἐὰν αἱρῶνται τρόπον ἐπὶ τὸν ἅπαντα χρόνον, ἔτι δὲ καὶ γεωργοῦντας καὶ καρπιζομένους καὶ ἀποφερομένους τὰ ἐξ αὐτῶν κατʼ ἔτος γενήματα ἀπο τοῦ εἰσιόντος ιγ ἔτους ἀφʼ οὗ καὶ τελοῦντας τὰ ὑπὲρ αὐτῶν κατʼ ἔτος δημόσια διαλείπει, τά τε τῶν ἔμπροσθεν χρόνων μέχρι τοῦ ιβ ἔτους δημόσια πρὸς τοὺς πωλοῦντας, καὶ μὴ αὐτοὺς ἐπελεύσασθαι μήτε ἄλλους ὑπὲρ αὐτῶν ἐπὶ τὴν ὠνουμένην μηδὲ ἐπὶ τοὺς παρʼ αὐτῆς, περὶ μηδενὸς vac ? ἢ μὴ βεβαιώσωσι, ἥ τε ἔφοδος ἄκυρος ἔστω καὶ προσαποτείσομενπροσαποτείσουσιν ἢ ὁ ὑπὲρ αὐτῶν ἐπελευσόμενος αὐτῇ ἢ τοῖς παρʼ αὐτῆς, τῆς βεβαιώσεως διὰ παντὸς πρὸς πᾶσαν βεβαίωσιν ἐξακολουθούσης αὐτοῖς ἴδιον χρέος διπλῆν τὴν τιμὴν καὶ εἰς τὸ δημόσιον τὴν ἴσην καὶ μηδὲν ἧσσον ἡ πρᾶσις κυρία. Διόσκορος ἐπιτηρητὴςἐπιτηρητὴς τραπέζης σεσημείωμαι. Εὐδαίμων καὶ Θεοδώρα ἀμφότεροι Ἑρμαίου Εὐδαίμονος μητρὸς τῆς καὶ Τερεῦτος Ἑρμοπολῖται ἀναγραφόμενοι ἐπὶ Πόλεως λιβός, μετὰ κυρίου τῆς Θεοδώρας τοῦ ἀδελφοῦ Εὐδαίμονος, ἐπηκολουθήκαμεν τῇ προκειμένῃ διαγραφῇ καὶ πεπράκαμεν ἀπὸ τοῦ νῦν ἐπὶ τὸν ἀεὶ χρόνον Εὐδαιμονίδι τῇ καὶ Φίντυς Δημητρίου ἀναγραφομένῃἀναγραφομάνῃ ἐπὶ Πόλεως ἀπηλιώτου, μετὰ κυρίου τοῦ ἀνδρὸς Ἑρμείνου τοῦ καὶ Ἀχιλ λέως Ἀχιλλέως τὰς ὑπαρχούσας ἡμῖνἡμεῖν, τῷ μὲν Εὐδαίμονι κατὰ τὸ δίμοιρον, τῇ δὲ Θεοδώρᾳ κατὰ τὸ τρίτον, ἐν τῷ Πάσκῳ περὶ Μνάχιν ἐκ τοῦ Σατύρου Ταρουθίννου ἀπὸ κοινῶν καὶ ἀδιαιρέτων ἀρουρῶν γῆς κατοικικῆς ἀναιτήτου ἀρουρὰς δεκατρεῖς ἥμισυ τρίτον , ἃς παραδώσομεν κατʼ ἀγρὸν σπορίμας πλήρεις τῷ τῆς κατοικίας δικαίῳ σχοινίῳ καθαρὰς ἀπὸ βασιλικῆς καὶ παντὸς ἁπλῶς εἴδους· γείτονες τῶν ὅλων, ὡς ἡμεῖς ὑπηγορεύσαμεν, νότου ου κλήρου· τιμῆς τῆς συμπεφωνημένης τῶν ὅλωναλλων ἀρουρῶν δεκατριῶν ἡμίσους τρίτου ἀργυ ρίου δραχμῶν χιλίωνχειλίων πεντακοσίων· γίνονται ἀργυρίου δραχμαὶ Αφ, ἃς ἀνειρήμεθα διʼ ἐπιτηρητῶν τραπέζης παρὰ τῆς ὠνουμένης κατὰ τήνδε τὴν διαγραφήν· καὶ εἶναι περὶ αὐτὴν καὶ τοὺς παρʼ αὐτῆς τὴν τῶν πεπραμένων ὡς πρόκειται ἀρουρῶν κυρείαν καὶ κράτησιν χρωμένους καὶ οἰκονομοῦντας περὶ αὐτῶν καθʼ ὃν ἐὰν αἱρῶνται τρόπον ἐπὶ τὸν ἅπαντα χρόνον, ἔτι δὲ καὶ καρπιζο μένους καὶ ἀποφερομένους τὰ ἐξ αὐτῶν κατʼ ἔτος γενήματα καὶ περιεσόμενα ἅπαντα εἰς τὸ ἴδιον ἀπὸ τοῦ εἰσιόντοςἰσιόντος ιγἔτους ἀφʼ οὗ καὶ τελοῦντας τὰ ὑπὲρ αὐτῶν κατʼ ἔτος δημόσια διαλεί πει, τά τε τῶν ἔμπροσθεν χρόνων μέχρι τοῦ ἐνεστῶτος ιβ ἔτους καὶ αὐτοῦ τοῦ ιβ ἔτους δημόσια πάντα καὶ ἐπιμερισμοὺς πρὸς ἡμᾶς τοὺς πωλοῦντας· καὶ μὴ ἐπελεύσασθαι ἡμᾶς μηδʼ ἄλλους ὑπὲρ ἡμῶν ἐπὶ τὴν ὠνουμένην μηδʼ ἐπὶ τοὺς παρʼ αὐτῆς περὶ μηδενὸς τῆσδε τῆς πράσεως τρόπῳ μηδενί, τῆς βεβαιώσεως διὰ παντὸς πρὸς πᾶσαν βεβαίωσιν ἐξακολουθού σης ἡμῖνἡμεῖν τοῖς πωλοῦσιν· ἐὰν δὲ ἐπέλθωμεν ἢ μὴ βεβαιώσωμεν, ἥ τʼ ἔφοδος ἄκυρος ἔστω καὶ προσαποτείσομεν ἢ ὁ ὑπὲρ ἡμῶν ἐπελευσόμενος τῇ ὠνουμένῃ ἢ τοῖς παρʼ αὐτῆς τὰ τε βλάβη καὶ δαπανήματα καὶ ἐπιτίμουἐπιτείμου ὡς ἴδιον χρέος διπλῆν τὴν τιμὴν καὶ εἰς τὸ δημόσιον τὴν ἴσην, καὶ μηδὲν ἧσσον ἡ πρᾶσις κυρία. ἔτους ιβ αὐτοκρατόρων καισάρων Λουκίου Σεπτιμίου Σεουήρου Εὐσεβοῦς ΠερτίνακοςΠερτείνακος Ἀραβικοῦ Ἀδιαβηνικοῦ Παρθικοῦ μεγίστου καὶ Μάρκου Αὐρηλίου Ἀντωνίνου εὐσεβοῦς σεβαστῶν καὶ Πουβλίου Σεπτιμίου Γέτα καίσαρος σεβαστοῦ Εὐδαίμων Ἑρμαίου πέπρακα καὶ παραδώσω τὰς ἀρούρας καὶ βεβαιώσω ὡς πρόκειται καὶ ἐπιγέγραμμαι τῆς ἀδελφῆς μου κύριος συμπεπρακυίης καὶ ἐσχηκυίης καὶ ἔγραψα ὑπὲρ αὐτῆς μὴ εἰδυίης γράμματα. Εὐδαιμονὶς ἡ καὶ Φίντυς Δημητρίου διʼ Ἑρμείνου τοῦ καὶ Ἀχιλλέως Ἀχιλλέως ἐξωδίασα, ὡς πρόκειται

Connections

Found at Hermopolis

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.
  • Inherited across the Trismegistos spine — a Trismegistos ID names one ancient text, and papyrology splits that text's description across databases: the edition in one, the date and provenance in another, the physical papyrus in a third. Fields tagged via … on this page were read from a sibling record under the same TM number, not asserted by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.