no image
DDbDP-text
Corrispondenza heroniniana - Alypios via HGV-meta
Linked by Trismegistos ID
TM 11005.
Each record below describes this same ancient text from a different angle.
παρὰ Ἀλυπίου. καιρός ἐστιν ἤδη τῆς τῶν ἔργων προνοίας. διὸ φροντίσατε ὅσοι μὲν ἀντλητικὰ κτήματα ἔχετε ὀπτηθείσης ἤδη τῆς γῆς καὶ ἐπιδεχο μένης σκαφητρὸν πρὸ τοῦ τέμεινγέμειν ἀπωρυγίσαι πάντα τὰ χρῄζοντα πρὸς τὸ μήδε ἕνα τόπον τῶν χωραφίωνχοιραφίων ἐνδεῆσαι ἀμπέλου. τὰ δὲ ἐπίπε δα ὁμοίως πρὶν τῆς τομῆς ἀπωρυγίσατε μὴ πρότερον τέμνοντες ἢεἲ μὴ πληρωθῶσιν οἱ ἐνδέοντες τούτων χοιραφίων τῆς ἀμπέλου. ἐὰν δέ τις τούτων μου τῶν γραμμάτων παρακούσῃ οὐ συνοίσει αὐ τῷ. συλλέξατε δὲ κλήματα Θηβαικὰ καὶ λευκὰ μὴ ἔλαττον παλαιστῶν κ, εἴ τι δὲ μεῖζον ἢ πλέον οὕτω προνοήσατω. τὰ δὲ τεμνόμενα φυτὰ εὐθέως εἰς ὕδωρ βαλλέσθω ἵνα μὴ ξηρανθῇ εἰδότες ὅτι καθʼκάτʼ ἑκάστην φροντίδα τῶν φυτευομένων τόπων σημειοῦμαισημιοῦμαι τὴν ἑκάστου φροντι στοῦ καὶ κτήματοςτοτηματος τοποθεσίαν ἵνα εἴ τίς τι ἐμβάλοι παρὰ τὴν ἐμὴν ἐγκέλευσιν ἤ τι ἀντὶ Θηβαικοῦ ἢ λευκοῦ κηπάδιον ἢ ἄλλο τι κλῆμα ζημιώθῃ ζημίαν ἣν μὴ προσδόκα. ἐρρῶσθαί σε εὔχομαι πολλάσεσημείωμαι. σεσημείωμαι Ἡρωνείνῳ φροντιστῇ Θρασώ. ἔτους ιγ Τῦβι παρὰ Ἀλυπίου Ἡρωνείνῳ φροντιστῇ Θρασώ PFlor 2,148,v reprinted in SB 14,11555Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.