no image
DDbDP-text
Farm - Accounts via HGV-meta
Linked by Trismegistos ID
TM 10769.
Each record below describes this same ancient text from a different angle.
ιθ ὁμοίως εἰς Ἀπιάδα τινασσόντων ἐργατῶν ιη ὀβολοὶ ρη, ἄλλων νεωτέρων ἐργατῶν ιβ ὀβολοὶ ξ, καὶ παίδων ια ὀβολοὶ μδ, ἄλλων παίδων ζ ὀβολοὶ κδ 𐅵, ἄλλων παίδων ζ ὀβολοὶ κα, ἄλλων παίδων ια ὀβολοὶ κζ 𐅵, ἄλλων παίδων β ὀβολοὶ δ, ἄλλου παιδὸς α ὀβολὸς α. γίνονται ὀβολοὶ σϙ, σφυρίδες νε, ἐγλεκτοὶ ἄλλαι ε. κα ὁμοίως ἐργατῶν κα ὀβολοὶ ρκϛ, ἄλλων νεωτέρων ἐργατῶν ιγ ὀβολοὶ ξε, καὶ παίδων ιε ὀβολοὶ ξ, ἀλλων παίδων κγ ὀβολοὶ π 𐅵, ἄλλων παίδων γ ὀβολοὶ θ, ἄλλων παίδων θ ὀβολοὶ κβ 𐅵, ἄλλων παίδων θ ὀβολοὶ ιη. γίνονται ἐπὶ τὸ αὐτὸ ὀβολοὶ τπα, σφυρίδες οϛ, ἐγλεκτοὶ ἄλλαι β. κβ ὁμοίως ἐργατῶν η ὀβολοὶ μη, ἄλλων ἐργατῶν ι ὀβολοὶ ν, καὶ παίδων ιδ ὀβολοὶ νϛ, ἄλλων παίδων ζ ὀβολοὶ κδ 𐅵, ἄλλων παίδων ιε ὀβολοὶ με, ἄλλων παίδων β ὀβολοὶ ε, ἄλλων παίδων ιδ ὀβολοὶ κη. γίνονται ἐπὶ τὸ αὐτὸ ὀβολοὶ σνϛ 𐅵, σφυρίδες ξζ, ἐγλεκτοὶ ἄλλαι γ. κγ ὁμοίως ἐργατῶν β ὀβολοὶ ιβ, καὶ παιδὸς α ὀβολοὶ δ, ἄλλων παίδων ζ ὀβολοὶ κα, γίνονται ὀβολοὶ λζ, σφυρίδες γ. γίνονται ἐπὶ τὸ αὐτὸ ὅλου τοῦ κτήματος σφυρίδες σια, δραχμαὶ ρλζ πεντώβολον ἡμιωβέλιον. κδ ὁμοίως εἰς τὴν Σένθεως τινασσόντων ἐργατῶν ιϛ ὀβολοὶ ϙϛ, ἄλλων νεωτέρων ἐργατῶν β ὀβολοὶ ι, καὶ παιδὸς α ὀβολοὶ δ, ἄλλων παίδων ια ὀβολοὶ κζ 𐅵, ἄλλων παίδων θ ὀβολοὶ ιη. γίνονται ἐπὶ τὸ αὐτὸ ὀβολοὶ ρνε 𐅵, σφυρίδες λβ, ἐγλεκτοὶ ἄλλαι δ. κε ὁμοίως ἐργατῶν ιε ὀβολοὶ ϙ, ἄλλου νεωτέρου ἐργάτου α ὀβολοὶ ε, καὶ παιδὸς α ὀβολοὶ δ, ἄλλων παίδων ια ὀβολοὶ κζ 𐅵, ἄλλων παίδων ια ὀβολοὶ κβ. γίνονται ὀβολοὶ ρμη 𐅵, σφυρίδες λα. κ ὁμοίως ἐργατῶν β ὀβολοὶ ιβ, καὶ παιδὸς α ὀβολοὶ δ, ἄλλων παίδων ιγ ὀβολοὶ λβ 𐅵, ἄλλων παίδων ζ ὀβολοὶ ιδ. γίνονται ἐπὶ τὸ αὐτὸ ὀβολοὶ ξβ 𐅵, σφυρίδες ια. γίνονται ἐπὶ τὸ αὐτὸ ὅλου τοῦ κτήματος σφυρίδες οη, δραχμαὶ νβ διώβολον ἡμιωβέλιον. κθ ὁμοίως εἰς Διονυσιάδα διαλεγόντων πτῶμα παίδων κ ὀβολοὶ ξ, ἄλλων παίδων ιε ὀβολοὶ λ. γίνονται ὀβολοὶ ϙ, σφυρίδες νθ. γίνονται ἐπὶ τὸ αὐτὸ ὅλου τοῦ κτήματος σφυρίδες ρξζ, δραχμαὶ ϙβ τριώβολον. γίνονται ὅλου τοῦ τιναγμοῦ ἐπὶ τὸ αὐτὸ σφυρίδες ωλ, δραχμαὶ ψλη ὀβολὸς ἡμιωβέλιον. καὶ παρθένων λικνιζουσῶν σῖτον δραχμαὶ ι ὀβολοὶ ε.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.