no image
DDbDP-text
Offer of Lease via HGV-meta
Linked by Trismegistos ID
TM 10756.
Each record below describes this same ancient text from a different angle.
Φιλαντινόῳ τῷ καὶ Ἡρώδῃ Ἀντινοεῖ καὶ Τανοῦφι καὶ Διδύμῃ ταῖς δυσὶ διὰ τοῦ προκειμένου Φιλαντινόου τοῦ καὶ Ἡρώδου. παρὰ Ἡρακλέου Μαξίμου ἀπὸ τῆς μη τροπόλεως. βούλομαι μισθώσασθαι παρʼ ὑ μῶν τὰς ὑπαρχούσας ὑμῖνὑμεῖν ἑκάστῳ καθʼ ὃ ἔχει δίκαιον περὶ κώμην Θεογονίδα κλήρου κατοι κικοῦ ἀρούρας τρεῖςτρῖς ἢ ὅσαιὅσας ἐὰν ὦσι εἰς ἔτη τέσσα ρα ἀπὸ τοῦ εἰσιόντος τετάρτου ἔτους, ἐκφορί ου τοῦ παντὸς κατʼ ἔτος ἕκαστον ἀσπερμεὶπυρουαρμει πυ ροῦ ἀρταβῶν δεκατριῶν ἡμίσους ἀνυπο λόγων καὶ ἀκινδύνων, καὶ ἐπιτελέσω τὰ κα τʼ ἔτος γεωργικὰ ἔργα πάντα ὅσα καθήκει ἐκ τοῦ ἰδίου τοῖς δέουσι καιροῖς, βλάβος μηδὲν ποι ῶν, σπείρων τὰς ἀρούρας οἷς ἐὰν αἱρῶμαι γένεσι πλὴν κνήκου, καὶ τὸ ἐκφόριον ἀπο δώσω μηνὶ Παῦνι ἐφʼ ἅλῳ τῆς προκειμένης κώμης μέτρῳ ἑξαχοινίκῳ θησαυροῦ τῆς κώμης καθαρὸνκαθαρα ἄδολονἀδολα ἄβωλονἀβολα ἄκριθονἀκριθα κεκοσκινευμένονκεκοσκινευμενα, τῆς μετρήσεως γεινομένης διά τινος τῶν σῶν, τῶν δημοσίων φορέτρωνφολέτρων ὄντων πρὸς ἐμὲ τὸν Ἡράκλιον, τῶν δὲ ἄλλων δημοσίων πάντων ὄντων πρὸς ὑμᾶς. δώσω δὲ καὶ ὑπὲρ ὀνηλατικοῦ πυροῦ ἀρτάβης ἕκτον . καὶ μετὰ τὸν χρόνον παρα δώσω τὰς ἀρούρας, τὸ μὲν ἥμισυ μέρος ἀπὸ συνκομιδῆς πυροῦ, τὸ δὲ λοιπὸν ἥμισυ μέ ρος ἀπὸ ἀναπαύματος χόρτου, καὶ καθαρὰς ἀπὸ θρύου, καλάμου, ἀγρώστεως, δείσηςδίσης πάσης, ἐὰν φαίνηται μισθῶσαι. Ἡράκλεος ἐτῶνα νβ οὐλὴ δακτύλῳ μικρῷμεικρῷ χειρὸς ἀριστερᾶς. ἔτους γ Λουκίου Σεπτιμίου Σεουήρου Εὐσεβοῦς Περτίνακος Σεβαστοῦ Ἀραβικοῦ Ἀδιαβηνικοῦ μηνὸς Μεσορὴ κα.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.