no image
DDbDP-text
Return for the Granting of a Privilege via HGV-meta
Linked by Trismegistos ID
TM 20962.
Each record below describes this same ancient text from a different angle.
νομάρχηι Ἀντινόου πόλεως παρὰ Λυσιμάχου τοῦ καὶ Διδύμου Ἡρακλείδου Ματιδείου τοῦ καὶ Καλλιτεκνείου οἰκοῦντος ἐν τοῖς ἰδίοις ἐν τῷ α γράμματι πλινθείῳπλινθίῳ ζ. Πετρώνιος Μαμερτῖνος ὁ ἡγεμονεύσας φανερὰς ἐποίησεν ἡμῖν τὰς ὑπὸ τοῦ θεοῦ Ἁδριανοῦ τοῦ καὶ οἰκιστοῦ τῆς πόλεως ἡμῶν εἰς ἡμᾶς εὐεργεσίας καθʼ ἃς ἐβουλήθη τρέφεσθαι τὰ τῶν Ἀντινοέων τέκνα τὰ ἀπογραφόμενα ὑφʼ ἡμῶν τῶν γονέων ἐντὸς ἡμερῶν τριάκοντα ἀφʼ ἧς ἐὰν γένηται ἀπὸ τῶν προσερ χομένων εἰς τοῦτο συνχωρηθέντων ὑπʼ αὐτοῦ χρημάτων καὶ ἄλλων προσόδων. ἀπογράφομαι οὖν τὸν γεν νηθέντα μοι υἱὸν Ἡρακλείδην τὸν καὶ Οὐαλέριον ἡμερῶν εἴκοσι ἐκ τῆς συνούσης μοι γυναικὸς Νιννα ροῦτος Ὀρσενούφεως Ἀντινοΐδος, οὗ καὶ ἀπαρχὴν ἐταξάμην διὰ τῆς κρατίστης βουλῆς, παρεχόμενος γνωστῆρας τρεῖς τοῦ τε γάμου καὶ τῆς παιδοποιίαςπαιδοποιείας Λυσανίαν Διδύμου Ματίδιον τὸν καὶ Πλωτίνιον, Δίδυμον ΔιδύμουΔίδυμον Ματίδιον τὸν καὶ Καλλιτέκνειον καὶ Πτολεμαῖον Ἡρακλείδου Ὀσειραντινόα τὸν καὶ Κλειτόριον καὶ ὀμνύω τὴν Αὐτοκράτορος Καίσαρος Τίτου Αἰλίου Ἁδριανοῦ Ἀντωνίνου Σεβαστοῦ Εὐσεβοῦς τύχην καὶ θεὸν μέγιστον Ὀσειραντίνοον ἀληθῆ εἶναι τὰ προγεγραμμένα ἢ ἔνοχος εἴην τῶι ὅρκωι. ἔτους ιδ Αὐτοκράτορος Καίσαρος Τίτου Αἰλίου Ἁδριανοῦ Ἀντωνίνου Σεβαστοῦ Εὐσεβοῦς Μεχεὶρ ιε. Λυσίμαχος ὁ καὶ Δίδυμος Ἡρακλείδου ὁ προγεγραμμένος ἐπιδέδωκα τὴν προκειμένην ἀπογραφὴν τοῦ γεννη θέντος μοι υἱοῦ Ἡρακλείδου τοῦ καὶ Οὐαλερίου ἡμερῶν εἴκοσι ἐκ τῆς συνούσης μοι γυναικὸς Νινναροῦτος Ὀρσενούφεως Ἀντινοΐδος καὶ ὤμοσαὄμασα τὸν προκείμενον ὅρκον ἀληθῆ εἶναι τὰ προγεγραμμένα ἢ ἔνο χος εἴην τῶι ὅρκωι. Λυσανίας Διδύμου Ματίδιος ὁ καὶ Πλωτίνιος οἰκῶν ἐν τῶι αὐτῷ γράμματιγράματι πλινθείωιπλινθίωι αὐτῷ ὀμνύωὀμνύωι τὸν προκείμενον ὅρκον γνωστεύειν τὸν προγεγραμμένονπρογεγραμένον παῖδα Ἡρακλείδην τὸν καὶ Οὐαλέριον ἡμερῶν εἴκοσι εκ γεννηθέντα τῶι Λυσιμάχωι τῶι καὶ Διδύμωι Ἀντινοεῖ ἐκ τῆς αὐτοῦ γυναικὸς Νινναροῦτος Ὀρσενούφεως Ἀντινοΐδος ἢ ἔνοχος εἴην τῶι ὅρκωι. Δίδυμος Διδύμου Ματίδιος ὁ καὶ Καλλιτέκνιος οἰκῶν ἐν τῶι γράμματι πλινθείῳ η ὀμνύω τὸν προκίμενον ὅρκον γνωστεύειν τὸν προγεγραμμένονπρογεγραμμενα παῖδα Ἡρακλείδην τὸν καὶ Οὐαλέριον ἡμερῶν εἴκοσι γεννηθέντα τῷ Λυσιμά χῳ τῷ καὶ Διδύμῳ Ἀντινοεῖ ἐκ τῆς αὐτοῦ γυναικὸς Νινναροῦτος Ὀρσενούφεως Ἀντινοείδος ἢ ἔνοχος εἴην τῷτο ὅρκῳ. Πτολεμαῖος Ἡρακλείδου Ὀσιραντινόειος ὁ καὶ Κλειτόριος οἰκῶνοἰκο ἐν τῷτο βῆτα γράμματι πλινθείῳ ὀμνύω τὸν προκείμενον ὅρκον γνωστεύειν τὸν προγεγραμμένονπρογεγραμμένων παῖδα Ἡρακλείδην τὸν καὶ Οὐαλέριον ἡμερῶν εἴκοσιεἴκοσει γεννηθέντα τῷτο ΛυσιμάχῳΛυοιμάχῳ τῷ καὶ Διδύμῳ Ἀντινοεῖ ἐκ τῆς αὐτοῦ γυναικὸς Νινναροῦτος Ὀρσενούφεως Ἀντι νοΐδος ἢ ἔνοχος εἴην τῷ ὅρκῳ.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.