no image
DDbDP-text
Amicable Agreement via HGV-meta
Linked by Trismegistos ID
TM 10738.
Each record below describes this same ancient text from a different angle.
ἀντίγραφον. Βουκόλωι τῶν ἠγορανομηκότων γενομένωι ἱερεῖ Ἀλεξάνδρου κτίστου τῆς πόλεως καὶ τῶν ἡλικιῶνἡλεικειῶν ἱερεῖ ἀρχιδικαστῆι καὶ πρὸς τῇ ἐπιμελείᾳ τῶν χρηματιστῶν καὶ τῶν ἄλλων κριτηρίωνκριτηρείων διὰ τοῦ υἱοῦ Σαραπίωνος καὶ αὐτοῦ γενομένου ἱερέωςἱερέος Ἀλεξάνδρου κτίστου τῆς πόλεως καὶ τῶν ἡλικιῶνἡλεικειῶν διέποντος τὰ κατὰ τὴν ἀρχιδικαστίανἀρχιδικαστείαν παρὰ Ἡρακλείας τῆς καὶ Ἰσιδώρας τῆς Μύσθου ἀπούσης, ὑπὲρ ἧς χρηματίζει κατὰ τὴν τετελειωμένηντετελειομένην διὰ τοῦ ἐν Πτολεμαΐδι Εὐεργέτιδι τοῦ Ἀρσινοΐτου νομοῦ γραφείουγραφίου τῷ διεληλυθότι ἔτειἔτι μηνὶ Ἐπὶφ ὁμολογίαν ὁ ἀδελφὸς αὐτῆς Πτολεμαῖος Μύσθου καὶ αὐτοῦ Πτολεμαίου καὶ Λυσιμάχου τοῦ Διδύμου τοῦ Λυσιμάχου μητρὸς Ἀπίας καὶ παρὰ Ἡρακλείδου τοῦ Σαραπίωνος τοῦ Ἡρακλείδου, πάντων ἀπὸ τῆς μητροπόλεως τοῦ Ἀρσινοΐτου νομοῦ. ἐπεὶἐπὶ ὁ Ἡρακλείδης συνεβίωσεν ἀγράφως τῇ τῆς Ἡρακλείας τῆς καὶ Ἰσιδώρας καὶ τοῦ γενομένου αὐτῆς ἀνδρός, τοῦ δὲ Λυσιμάχου ἀδελφοῦ Κρονίωνος θυγατρὶθυγατρεὶ Ἀπίᾳ τῇ καὶ Ἡρακλείᾳ καὶ ἐν τῷ τῆς συνβιώσεως χρόνωι ἐνκύμονος αὐτῆς ἐξ αὐτοῦ γενομένης καὶ ἀποκυησάσης τὸ βρέφος οὐκ , ἔτι δὲ καὶ συνβάντος τελευτῆσαι τὴν Ἀπίαν τὴν καὶ Ἡράκλειαν, ἐγένετο κατάστασις τῆς Ἡρακλείας τῆς καὶ Ἰσιδώρας καὶ τοῦ προγεγραμμένου αὐτῆς ἀδελφοῦ Πτολεμαίου καὶ τοῦ Λυσιμάχου καὶ τοῦ Ἡρακλείδου ἐπὶ τοῦ τῆς Ἡρακλείδου μερίδος τοῦ Ἀρσινοΐτου στρατηγοῦ Εὐδήμου, προφερομένων τῶν μὲν περὶ τὴν Ἡράκλειαν τὴν καὶ Ἰσιδώραν τὸ ἀποκυηθὲν ὑπὸ τῆς Ἀπίας τῆς καὶ Ἡρακλείας παιδίον τετελευτηκέναι καὶ τὸν Ἡρακλείδην ἕτερον ἀνῃρῆσθαιἀνιρῆσθαι, τοῦ δὲ Ἡρακλείδου καὶ αὐτοῦ προφερομένου τὸ ἀνα κομισθὲν ὑπὸ αὐτοῦ παιδίον αὐτὸ εἶναι τὸ ὑπὸ τῆς Ἀπίας τῆς καὶ Ἡρακλείας ἀποκυηθέν, ὡς οἱ γενάμενοι ἐπὶ τοῦ στρατηγοῦ, καθὼς προφέρονταιπροφέροντε, ἐπὶ τοῦ τετάρτου ἔτους Ἁδριανοῦ τοῦ κυρίου Ἐπὶφ ὑπομνηματισμοὶ περιέχουσι, διʼ ὧνπερ πράγματος ὑπερτεθέντος εἰς τὴν μείζοναμίζονα ἐξουσίαν συνέβησυνεβηι, καθὼς ἅπαντες προφέρονται, καὶ αὐτὸ τὸ παιδίον, εἴτε ἦν τῆς Ἀπίας τῆς καὶ Ἡρακλείας εἴτε ἀλλότριον, τελευτῆσαι, τὰ νῦν εἰς διάλυσιν ἀγείοχανἀγίωχαν πάντα τὰ κατὰ τὴν ἀμφισβήτησιν καὶ συνχωροῦσιν ἡ μὲν Ἡράκλεια ἡ καὶ Ἰσιδώρα καὶ Πτολεμαῖος καὶ Λυσίμαχος μὴ ἐπελεύσεσθαι ἐπὶ τὸν Ἡρακλείδην μηδὲ περὶ ὧν μετήρχοντο αὐτὸν διὰ τῶν τοῦ στρατηγοῦ ὑπομνηματισμῶν μηδὲ περὶ ἄλλου μηδενὸς ἁπλῶς ἐνγράπτου ἢ ἀγράφου πράγματος ἀπὸ τῶν ἔνπροσθεν χρόνων μέχρι τῆς ἐνεστώσης ἡμέρας, ὁ δὲ ἀντίδικος Ἡρακλείδης μηδὲ αὐτὸς ἐπελεύσεσθαιἐπελεύσασθαι ἐπὶ τὴν Ἡράκλειαν τὴν καὶ Ἰσιδώραν ἢ τὸν Πτολεμαῖον ἢ τὸν Λυσίμαχον ἀλλὰ μηδὲ ἐπὶ μηδὲν τῶν ὑπὸ Ἀπίας τῆς καὶ Ἡρακλείας ἀπολελειμμένων, μηδὲ διὰ τῶν ὑπομνηματισμῶν μηδὲ ἀπο ἁπλῶς διαις κατὰ μηδεμίαν παρεύρεσιν διὰ τὸ παρειληφέναιπαριληφέναι ἑαυτὸν ηλ Ἡρακλείδης τῆς τετελευτηκυίας Ἀπίας τῆς καὶ Ἡρακλείας μέχρι τῆς κρίσεως τίαν, μὴ ἐλαττουμένωνελαττουμενης τῆς Ἡρακλείας τῆς καὶ Ἰσιδώρας καὶ τοῦ Πτολεμαίου καὶ τοῦ Λυσιμάχου περὶ ἄλλου μηδενὸς ἁπλῶς εἴτʼ ἐνγράπτου εἴτε ἀγράφου ὀφειλήματος. ἀξιοῦμεν. ἔτους πέμπτου Αὐτοκράτορος Καίσαρος Τραιανοῦ Ἁ δριανοῦ ΣεβαστοῦSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.