no image
DDbDP-text
ἔτους λ Ἐπεὶφ ιβ, φορικοῦ πυροῦ ἀρτάβας χιλίας ὀκτακοσίας πέντε, γίνονται Αωε. ἔτους λ Ἐπεὶφ ιβ. ὁμολογεῖ Τοθοῆς ναύκληρος τῆς Διονυσίου προσαγωγίδος ἀγωγῆς Βϡ ἐμβεβλῆσθαι ἐπὶ τοῦ κατὰ τὴν Καινὴν Καινὴν ὅρμου ὥστʼ εἰς Ἀλεξάνδρειαν εἰς τὸ βασιλικὸν ἀπὸ τῶν γενημάτων τοῦ αὐτοῦ ἔτους παρὰ Διονυσίου τοῦ σιτολο γοῦντος τὸ περὶ Ὀξύρυγχου ἐργαστήριον πυροῦ φορικοῦ ἀρτάβας χιλίας ὀκτακοσίας πέντε, γίνονται Αωε μέτρωι δοχικῶι τῶι συμβεβλημένωι πρὸς τὸ χαλκοῦν καὶ σκυτάλῃ δικαίᾳ καὶ οὐθέν σοι ἐγκαλῶ.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.