no image
DDbDP-text
Plainte pour coups via HGV-meta
Linked by Trismegistos ID
TM 3351.
Each record below describes this same ancient text from a different angle.
βασιλεῖ Πτολεμαίωι χαίρειν Πετεσοῦχος ἀδικοῦμαι ὑπὸ Πτολεμαίου τῶν ἐκ Κερκεσούχων ἐπιγόνων, τῆς Ἡρακλείδου μερίδος των υων με καθή μενον ἐργαζόμενον ὃ ἂν τύχοι μου μέρος τοῦ σώματος πληυτ πληγὰς ἐνέβαλεν π ταῦτα δʼ ἔπραξεν τῆι βίαι χρώμενος. δέομαι οὖν σου, βασιλεῦ, προστάξαι Διοφάνει τῶι στρατηγῶι γράψαι Δεινίαι τῶι ἐπιστάτηι ἀποστεῖλαι Πτολεμαῖον ἐπὶ Διοφάνην κριθησόμενόν μοι καί, ἐὰν ἦι ἃ γράφω ἀληθῆ ἂν Διοφάνης συγκρίνηι, ἵνα διὰ σέ, βασιλεῦ, τύχω τοῦ δικαίου. εὐτύχει. Δεινίαι. ἔτους α, Γορπιαίου λ, Τῦβι ιγ. ἔτους α, Γορπιαίου λ, Τῦβι ιγ. Πετεσοῦχος πρὸς Πτολεμαῖον περὶ πληγῶν.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.