no image
DDbDP-text
Exécution des clauses d’un bail via HGV-meta
Linked by Trismegistos ID
TM 3334.
Each record below describes this same ancient text from a different angle.
βασιλεῖ Πτολεμαίωι χαίρειν Θεόδοτος, Γαδδαῖος, Φανίας. ἀδικούμεθα ὑπὸ Δημητρίου τινός. μισθώ σας γὰρ ἡμῖνἡμεῖν τὸν Νικίου κλῆρον καὶ Ἀσκληπιάδου τριακονταρούρων οὓς ἔχουσιν περὶ κώμην Ἡρακλέαν τῆς Θεμίσ του μερίδος, εἰς ἔτη β, ἐφʼ ὧι ἄρξειἄρξι τῆς μισθώσεως ὁ σπόρος ὁ ἐν τῶι κεεκ ἔτει εἰς τὸ κϛσκ ἔτος, ἐκφορίου τὴν ἄρουραν ἑκάσ την πυρῶν ἀρταβῶν γ, τὸ δεύτερον ἔτος πυρῶν ἀρταβῶν γ 𐅵, καὶ τῆς συγγραφῆς τῆς μισθώσεως διαγορευούσης ἀκίνδυνον πλὴν ἀβρόχου καὶ καταβρόχου, ἡ δυνατὴ σπαρῆναι ἕως Χοίαχ ι, τὴν δὲ μὴ δυνατὴν σπαρῆναι ἕως ι τοῦ Χοίαχ, παραλαβόνταςπαραλαβοντα Δημήτριον καὶ ἄλλους κοινοὺς ἄνδρας γ· ἡμῶνἡμην δὲ παραλαμβανόντων Δημήτριον ὅπως παραδείξωμεν αὐτῶι τὴν μὴ δυνατὴν σπαρῆναι, οὐ προσέσχηκεν ἡμῶν, βουλό μενος παρασυνγραφεῖν, τὰ δὲ ὅρια ἡμῖνἡμεῖν ἃ παρέδειξεν ἐφʼ οἷς συγγεγράμμεθασυνγεγεγράμμεθα οὐ βεβαιοῖ. δέομεθά σου, βασιλεῦ, προστάξαι Διοφάνηι τῶι στρατηγῶι γράψαι ΜελεάγρωιΜελέαγρα τῶι ἐπιστάτηιἐπιστηι κώμης Βουβάστου ἀποσ τεῖλαι τὸν Δημήτριον ἐπὶ Διοφάνην τὸν στρατηγὸν καί, ἐὰν ἐνδειξώμεθα τὰ διὰ τῆς ἐντεύξε ως ὄντα ἀληθῆ, ἐπαναγκάσαι αὐτὸν τὸ δίκαιον ἡμῖνἡμεῖν ὑποσχεῖν. τούτου δὲ γενομένου, ἐσόμεθα τοῦ δικαίου τετευχότες. εὐτύχει. Μελεάγρωι. μάλιστα μὲν διάλυσον αὐτούς· εἰ δὲ μή, πρὸς ἡμᾶς ἀπόστειλον ὅπως ἐπισκεψώμεθα. ἔτους κε, Λώιου κϛ, Χοίαχ ιγ. ἔτους κε, Λώιου κϛ, Χοίαχ ιγ. Θεόδοτος, Γαδδαῖος, Φανίας πρὸς Δημήτριον περὶ μισθώσεως κλήρου.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.