no image
DDbDP-text
Μίλωνι τῶι παρὰ Εὐφρονίου πράκτορι ἱερῶν παρὰ Πινύριος τοῦ Ἐστφήνιος καὶ Ψινταῆτος μικροῦ Ἐστφήνιος. ἐπειδὴ ἐπρά θη ἡμῶν γῆ, ἣ ἦν ἐν Ψεβτομιτ τοῦ Ἀπολλωνοπολίτου, ἀρούρας λ πρὸς ἐγγύην, ἣν ἐνε γυησάμεθα εἰς ἔκτισιν Ἐστφῆνιν Πινύριος, εἰς ἃ προσωφείλησεν πρός τε τὰ βύσσινα καὶ τὴν πρόσοδον τοῦ ἱεροῦ τοῦ κγ ἔτους, ὁμοίως δὲ καὶ Βερενέβθις πρὸς τὸ αὐτὸ βυσσίνων ὀθονίων τοῦ ιθ ἔτους καὶ β ἔτους ἀργυρίουἀργυρίου δραχμὰς τκ, ἀξιοῦμέν σε, ἐπειδὴ ἐν ταῖς κατὰ τὸ διάγραμμα ἡμέραις τετάγμεθα τὸ ἀργύριον καὶ τοὺς τόκους ἐπὶ τὴν βασιλικὴν τράπεζαν, καλῶς ποιήσεις δοὺς ἡμῖν τὴν ἐπίλυσιν. τούτου δὲ γενομένου ἐσόμεθα οὐκ ἠδικημένοι. ἔρρωσο ἔτους κε Φαῶφι ιθ DemoticSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.