no image
DDbDP-text
Letter of Euphronius to Milon via APIS-papyrus
Linked by Trismegistos ID
TM 5844.
Each record below describes this same ancient text from a different angle.
Εὐφρόνιος Μίλωνι χαίρειν. ὡς ἂν ἀναγνῶις τὴν ἐπιστολήν, ἐπιλαβὼν παρὰ τῶν τραπεζιτῶν τῶν ἐν τοῖς ἱεροῖς τὰ πεπτωκότα εἰς τὸ ἐν Ἀπόλλωνος πόλει τῆι μεγάληι ἱερὸν ὁμοίως δὲ καὶ τοῦ εἰσμεμετρημένου σίτου παρὰ τῶν πρὸς τοῖς θησαυροῖς ἀπὸ τοῦ πρωτίστου χρόνου ἕως τοῦ ἐνεστῶτος κατὰ μῆνα καὶ κατʼκαθʼ ἔτος, διεστάλθω δὲ εἰς ἃ πέπτωκεν ἔτη, καὶ τοῦτο ποιήσας ἐπιμελῶς ἀπόστειλον ἡμῖν ἐπὶ τῶν διαδόχων, ὅπως μὴ διὰ ταῦτα κωλυώμεθα τῶν λοιπῶν ἐν ἑτοίμωι ὄντων τοὺς λόγους εἰς τὴν πόλιν καταπέμψαι· ἔστιν δὲ τὰ πεπτωκότα διὰ Θου καὶ Ἄνδρωνος ὥστε ἐπακολουθεῖν. ἔρρωσο ἔτους κε Παῦνι κδ Μίλωνι sealSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.