no image
DDbDP-text
Loan on Security via HGV-meta
Linked by Trismegistos ID
TM 17219.
Each record below describes this same ancient text from a different angle.
βασιλεύοντος βασιλέως βασιλέων Ἀρσάκου εὐεργέτου, δικαίου, ἐπιφανοῦς καὶ φιλέλληνος, ἔτους απτ ὡς ὁ βασιλεὺς βασιλέων ἄγει, ὡς δὲ πρότερον εμυ, μηνὸς ἐπʼ εἰκά δι, ἐν Εὐρωπῶι τῆι πρὸς Ἀραβίαι· ἐδάνεισεν Ἀπολλώνιος τοῦ δεῖνος τοῦ δεῖνος, Εὐρωπαῖος καὶ τῶν πρώτων καὶ προτιμωμένων φίλων καὶ τῶν σωματοφυλάκων, Ὀλύμπωι αφάνους τοῦ Ὀλύμπου, Εὐρωπαίωι τῆς αὐτῆς οἰκῶν δὲ ἐν ἀργυρίου καλοῦ ἐπισήμου δραχμὰς ἐπὶ ὑποθήκηι τοῖς ὑπάρχουσιν αὐτῶι πᾶσιν, δὲ παρὰ τῶι κυρίωι. τὸ δὲ προγεγραμμέ νον ἀργύριον ἀποδώσει ὁ Ὄλυμπος τῶι Ἀπολλωνίωι ἐν μηνὶ τῶι ἐν τῶι ὡς τὸ πρό τερον ϛμυ ἔτει· ἐὰν δὲ μὴ ἀποδῷ ἐν τῶι ὡρισμένωι χρόνωι ἡ πρᾶ ξις ἔσται τῶι Ἀπολλωνίωι καὶ παντὶ τῶι τὴν συνγραφὴν ταύτην ἐπιφέροντι παρά τε τοῦ Ὀλύμπου καὶ τῶν ὑποκειμένων ὑπαρχόντων αὐτῶι καὶ ὧν ἂν ἐπικτήσηται ἄλλων, ἐκπράσσοντι κυρίως τὸ πᾶν πλὴν τῶν σὺν τῶι βει ἐτάξατο δὲ ὁ Ὄλυμπος ἀνανεώσεσθαι τὴν συνγραφὴν ταύτην διὰ τοῦ αὐτόθι χρημα τιστηρίου ὅταν παρανγελῇ αὐτῶι ὑπὸ τοῦ Ἀπολλωνίου ἐν ἄλλαις ἡμέραις πέντε , ἐὰν δὲ μὴ ἀνανεώση ται, ἐκτείσειν τῶι Ἀπολλωνίωι ἐπίτιμον ἀργυρίου δραχμὰς εἰς δὲ τὸ βασιλικὸν τὰς ἴσας, καὶ τὴν συνγραφὴν ταύτην εἶναι καὶ οὕτως κυρίαν· ἔχει δὲ καὶ ἀντισύνγραφον. μάρτυρες· Σελεύκου, Διοκλῆς Δανύμου, Λυσίας Διοκλέους. ἐσφράγισμαι Ὄλυμπος ὁ ἐπάνω. ἔτους πέμπτου τετρακοστοῦ τετρακοσιοστοῦ ἔτους πέμπτου τετρακοστοῦ τετρακοσιοστοῦSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.