no image
DDbDP-text
Διοσκουρίδει ἡγεμόνι καὶ φρουράρχωι παρὰ Ἀρτεμιδώρου καὶ Πρωτάρχου τῶν Ἀρτεμιδώρου Δωριέων οὗ ἐπιδεδώκαμεν ὑπομνήματος Τήρηι τῶν φίλων καὶ στρα τηγῶι ὑπόκειται τὸ ἀντίγραφον. ἀξιοῦμεν οὖν καὶ σὲ προνοηθῆναιπρονοιηθῆναι περὶ τῶν ἐν αὐτῶι δεδηλωμένωνδεδηλομένων· τούτου γὰρ γενομένου τευξόμεθα φιλανθρωπίας. εὐτύχει. Τήρηι τῶν φίλων καὶ στρατηγῶι παρὰ Ἀρτεμιδώρου καὶ Πρωτάρχου τῶν Ἀρτεμιδώρου Δωριέων. τῆι ϛ τοῦ Φαῶφι τοῦ λϛ ἔτους διαπορευομένων ἡμῶν τὴν ἀ φʼ Ἡρακλέους πόλεωςπολιν ἐπὶ τὸν ὅρμονὅρμου ὁδὸν σὺν ἄλλοις ὁπηνίκα ἐγενόμεθα κατὰ τὴν πύλην τὴν φέρουσανφίρουσαν ἀπὸ τοῦ φρουρίου εἰς τὴν Ἡρακλέους, ἐπικαθήμενός τις πορείωι οὗ τὸ ὄνομα ἀγνοοῦμεν ἐνέσεισεν τῶι ἑνὶ ἡμῶν Ἀρτεμιδώρωι ἐπίτηδες, ὡς ἔστιν ἐκ τῶν εὐλόγων θεωρῆσαιθεορῆσαι, τοῦ γὰρ Ἀρτεμιδώρου ἐπι τιμήσαντος αὐτῶι καὶ γενηθέντων ἡμῶν ἐντὸς τῆς πύλης τοῦ ὀχυρώματοςαχυρωματος Κόσων τις καὶ Θυμολέων καὶ ἄλλοι ὧν τὰ ὀνόματα ἀγνοοῦμεν ἐπιθέμενοι ἡμῖν καὶ τῶι συνακολουθοῦντι ἡμῖν Ἀνδρονίκωι μεθύοντες ἐμαστίγουνἐμαστίουν. ἔνιοι μὲν ἐνσείοντες πλίνθουςπλείνθους καὶ χάλικας, ἕτεροι δὲ ταῖςτοις ἑαυτῶν χερσὶχερσεὶ καὶ τοῖς σκέ λεσιν, ἄλλοι δὲ ἔδακνον. ἐγ δὲ τοῦ τοιούτου κινδυνευόντων ἡμῶν καὶ ἐπικαλουμένων βοηθοὺς καί τινων διὰ τὸν θόρυβον ἐπιπαραγενηθέντων καὶ βοηθησάντωνβοηθεσαντων τῆς τε τοῦ Κόσωνος καὶ Θυμολέοντος ἀγωγῆς ἐπὶ τὸν φρούραρχον γενομένης ἐπεκπηδήσασα Ἀμμωνίααμωννια τίς τινα μὲν ὧν περιεβεβλήμεθα ἱματίων κατῃκίσατοκατᾳκίσατο, ἐν δὲ τῶι θορύβωι καὶ τὸ τοῦ Ἀνδρονίκου ἱμάτιον ἀπηλλάγη ἔχουσα. οἱ δὲ σὺν τοῖς περὶ τὸν Κόσωνα ὄντες εἰς φυγὴν ὥρμησανὅρμησανορμησεν. μετὰ δὲ τὸ παραδοθῆναι τοὺς διασαφουμένους Ἐπιμάχωι τῶι παρὰ τοῦ φρουράρχουφραυραρχου ἐπιπαραγενηθέντες Νικόδημός τις καὶ Ἀσκληπιάδης καὶ ἄλλοι πλείονες ὡσαύτως μεθύοντες καὶ ἀκούσαντες ἔνδον εἶναι ἡμᾶς εἰσιδεβιάζοντο ἀλογῆσαι ἡμᾶς βουλόμενοι, τῶν δὲ διὰ τὸν θόρυβον ἐπισυναχθέν των ἐπιτιμησάντων αὐτοῖς καὶ καταστησάντων ἡμᾶς εἰς οἶκον οὕτως ἀπηλλάγησαν. αὐτοὶ δὲ τῶι ζῆν κεκινδυνευκότες καὶ καθυπονοοῦντες τὰ τῆς ἐπιθέσεως εἰς ἡμᾶς συντετε λέσθαι ὑπὸ Ἀπολλωνίου τοῦ Ἡρακλείδου Ἀμμωνιέως χάριν τῆς ἐνεστώσης τῶι ἑνὶ ἡμῶν Πρωτάρχωι ἐπὶ Νικάνορος καὶ Ἀρχιάνακτος πρὸς τὴν γυναῖκα αὐτοῦ Χρυσοῦν καὶ τὸν μεμοιχευκότα αὐτὴναυτηι Ἀπολλώνιον τὸντην προγεγραμμένονπρογεγραμμενην ἐπισκέψεωςἐπισκεψιν κοὐ δυνάμενοι ἐπὶ τῶν τόπων τὸν πρὸς αὐτοὺς λόγον συν στήσεσθαι διὰ τὴν προειρημένην αἰτίαν ἀξιοῦμεν ἐὰν φαίνηταιφαίνηναι προνο ηθῆναι ὡς οἱ μὲν διασαφούμενοι καὶ ἡ Ἀμμωνία ἀσφαλισθήσονται, τὸ δὲ ὑπόμνημα ἀναπεμφθῆναι ἐπὶ Νικάνορα καὶ Ἀρχεάνακτα ὅπως καὶ ἀπὸ τούτου ὁρμηθέν τες ποιήσονταιποιησομεθα τὸν προσήκοντα λόγον. τούτου γὰρ γενομένου τευξόμεθα ἀντιλήψεως. εὐτυχεῖτε.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.