no image
DDbDP-text
Nomination d’un tuteur via HGV-meta
Linked by Trismegistos ID
TM 10693.
Each record below describes this same ancient text from a different angle.
Αὐρηλίῳ Διδύμῳ στρατηγῷ Ἀρσινοίτου Ἡρακλείδου μερίδος παρὰ Μάρκου Λουκρητίου Διογένους Ἀντινοέως. οὗ ἐπέδωκα Κλαυδίῳ Ἑρεννιανῷ τῷ κρατίστῳ δικαιοδότῃ διέποντι καὶ τὰ κατὰ τὴν ἡγεμονίαν βιβλιδίου καὶ ἧς ἔτυχον ὑπογραφῆς ἀντίγραφον ὑπόκειται, καὶ ἀξιῶ τὰ ἀκόλουθα πραχθῆναι, ἐπί τροπον καταστῆσαί σε τοῖς ὑπογεγραμμένοις ἀφήλιξι εἰςἰς τὸ μηδὲν αὐτοῖς παραπολέσθαι, τοῖς νόμοις ἀκολούθως. ἔστι δέ· Τιβερίῳ Κλαυδίῳ Ἑρεννιανῷ τῷ κρατίστῳ δικαιοδότῃ διέποντι καὶ τὰ κατὰ τὴν ἡγεμονίαν ἐκ κ θείας κελεύσεως, παρὰ Μάρκου Λουκρητίου Διογένους Ἀντινοέως. δέησιν ἁρμόζουσαν τῇ σῇ καλοκἀγαθίᾳκαλοκαγαθειαν προσφέρων εὔελπίς εἰμιἰμοι τῶν ἀπὸ σοῦ δικαίων τυχεῖν. τὸ δὲ πρᾶγμα διὰ βραχέων ὁριῶ. τῷ διεληλυθότι μηνὶ Φαῶφι ἡ ἀδελφή μου Ὀκταου ία Λουκρητία ἐτελεύτησεν ἀδιάθετος ἐπὶ κληρονόμοις τρισὶν υἱοῖς ἐκ διαφόρων γάμων, Μάρκοις Αὐρηλίοις Ἰουλιᾷ καὶ Λουκρη τίῳ καὶ Ῥούφῳ ἀφήλιξι. ὁ μὲν οὖν εἷς αὐτῶν Ἰουλιᾶς ὑποχείριος ὢν τῷ ἰδίῳ πατρὶ Μάρκῳ Αὐρηλίῳ Ἥρωνι ἀπείληφενἀπίληφεν τὸ ἐπιβάλλον αὐτῷ μέρος τῶν ἀπολελειμμένωνἀπολελιμμένων. οἱ δὲ ἕτεροι ὁ μὲν Λουκρήτιος ἀπάτωρ τυγχάνειτυγχάνι, τοῦ δὲ Ῥούφου ὁ πατὴρ ἐτελεύτησεν, καὶ οὐδεὶςοὐδὶς αὐτοῖς ὑπάρχει ἐγγυτέρω γένειγένι ἢ ἐγὼ Λουκρήτιος Διογένης, διʼ οὕσπερ τήνδε τὴν δε την δέησιν ποιοῦμαι, καὶ παρακαλῶ, ἐάν σου τῇ τύχῃ δόξῃ, κελεῦσαι διʼ ἱερᾶςεἱερᾶς σου ὑπογραφῆς τῷ τῆς Ἡρακλείδου μερίδος τοῦ Ἀρσινοείτου νομοῦ στρατηγῷ, ἔνθα ἐστὶν αὐτῶν τὰ πράγματα, καταστῆσαί με ἐπίτροπον τῆς ὀρφανείας τῶν παίδων, ἵναεἵνα δυνηθῶ τὴν διοίκησιν τῶν καταλειφθέντων αὐτοῖς ποιήσασθαι, πρὸς τὸ ταῦτα φυλαχθῆναι αὐ τοῖς εἰς τελείωσιν. διευτύχει. Μᾶρκος Λουκρήτιος Διογένης διʼ ἐμοῦ Αὐρηλίου Σαραπίωνος ἐπιδέδωκα. ὁ στρατηγὸς πρὸ ὀ φθαλμῶν ἔχων τὸν ἴδιονεἴδιον κίνδυνον ἐπίτροπονἐπίτροφον τοῖς ἀφήλιξι καταστῆσαι φροντίσειφροντίσι. κολλημάτων ξη.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.