no image
DDbDP-text
Eukles to Zenon regarding Native Wine via HGV-meta
Linked by Trismegistos ID
TM 1804.
Each record below describes this same ancient text from a different angle.
Εὐκλῆς Ζήνωνι χαίρειν. εὐχαριστήσεις μοι τὰ κ κεράμια τοῦ ὄξους περὶ ὧν πλεονάκι σοι ἐμνήσθημεν δοὺς Μοσχίωνι τῶι παιδί. τὴν δὲ τιμὴν ὡς ἂν τάχιστα παραγενηθῶμεν ταξόμεθά σοι. περὶ δὲ τοῦ κερματίου οὗ ἐνετείλω μοι ἠξίωσαν ἡμᾶς οἱ ἔχοντες τὰς πλείστας ἡμέρας αὐτοῖς ἐπισχεῖν δέκα ἐν αἷς ἀμῶσι. ὡς ἂν οὖν τάχιστα κομίσωνται ἐὰν χρείαν ἔχηις προχρήσομέν σοι. ἔρρωσο. ἔτους ϛ Θῶυθ ιε. περὶ ὄξου κεραμίων κ Ζήνωνι Εὐκλῆς ἔτους ϛ.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.