no image
DDbDP-text
Payment order from Zenon to Artemidoros the banker via HGV-meta
Linked by Trismegistos ID
TM 1449.
Each record below describes this same ancient text from a different angle.
ἔτους λδ, Φαρμοῦθι β. διάγραψον Ξένωνι ἀωιλίων Βρκα εἰς ξ τῶν δ δραχμῶν δραχμὰς ρμα διώβολον, Πρωτομάχωι δόμα ἀναπόδοτον δραχμὰς λ, Πύρωνι ἱματισμὸν τοῦ μδ ἔτους δραχμὰς λ, καὶ τὸ εἰς τὸν Φαμενὼθ Φαρμοῦθι Παχὼνς ὀψώνιον διαγράψας αὐτῶι κατάτα ξον ὑπόλογον πυροῦ ἀρταβῶν ξ δραχμὰς ξβ τριώβολον, ἐρίων μνῶν ιε δραχμὰς κ, καὶ ὃ ἔλαβε ἐφόδιον διὰ σοῦ δραχμὰς η καὶ ὃ Νικόλαος διὰ Σατύρου δραχμὰς γ, ὑπὲρ Ἀμμωνίου τὸ λοιπὸν τῶν χοῶν η δραχμὰς ε, Σωστράτωι βανωτοῦ α δραχμὰς ε, γίνονται δραχμαὶ ργ τριώβολον. παρὰ Ξένωνος τιμὴν κριθῆς ἀρταβῶν φ ὧν δεῖ ὑπὲρ αὐτοῦ ἀπομετρῆσαι, ἃς προεχρήσατο ἐν τῶι λβ ἔτει, ὡς τῶν κ ἀρταβῶν ἀργυρίου δραχμὰς δ, τῶν δὲ φ ἀρταβῶν δραχμὰς ρ, αἳ γίνονται χαλκοῦ δραχμαὶ ρη διώβολον καὶ ὑπὲρ Σιμίου πλίνθου ἧς δεῖ αὐτὴν λαβεῖν ἐκ τοῦ παραδείσου μυριάδας α τιμὴν δραχμὰς ιε καὶ ὥστε Δημητρίωι φόρετρον δραχμὰς ιε, γίνονται δραχμαὶ ρλη διώβολον. Ζήνων Ἀρτεμιδώρωι χαίρειν. διάγραψον Ξένωνι ἀωιλίων Βρκα ὧν εἴργασται ἐν τῶι λβ ἔτει ἐν τῆι μέσηι ποτιστρίδι διώρυγι καὶ ἐν τῆι ὑφάμμωι εἰς ξ τῶν δ δραχμῶν δραχμὰς ρμα διώβολον, Πρωτομάχωι δόμα ἀναπόδοτον δραχμὰς λ, Πύρωνι τὸ γινόμενον τοῦ εἰς τὸ λδ ἔτος ἱματισμοῦ δραχμὰς λ, καὶ τὸ εἰς τὸν Φαμενὼθ Φαρμοῦθι Παχὼνς ὀψώνιον διαγράψας αὐτῶι κατάταξον ἐν λήμματι εἰς τὸν αὐτὸν τιμὴν σίτου ὧν μεμέτρηται ἐκ τοῦ θησαυροῦ τοῦ λδ ἔτους Φαρμοῦθι γ ἀρταβῶν ξ ἀνὰ τριώβολον διώβολον γίνονται δραχμαὶ ν ἐρίων ὧν δεῖ αὐτὸν λαβεῖν παρὰ Καλλίππου μνῶν ι ἀνὰ α διώβολον γίνονται δραχμαὶ ιγ διώβολον Ἀραβίων μνῶν ι ἀνὰ δραχμὰς β γίνονται δραχμαὶ κ καὶ ὃ ἔλαβεν διὰ σοῦ εἰς Μέμφιν ἀποστελλόμενος ἐφόδιον δραχμὰς η καὶ ὃ ἔλαβε Νικόλαος διὰ Σατύρου δραχμὰς γ καὶ ὑπὲρ Ἀμμωνίου ὃ προσοφείλει αὐτῶι πρὸς τοὺς χόας η τοῦ οἴνου δραχμὰς ε καὶ Σωστράτωι τιμὴν οἴνου βανωτῶν Βτ Ἀρτεμιδώρωι.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.