no image
DDbDP-text
Letter from Promethion to Zenon via HGV-meta
Linked by Trismegistos ID
TM 1447.
Each record below describes this same ancient text from a different angle.
Προμηθίων Ζήνωνι χαίρειν. ἔγραψάς μοι περὶ τοῦ κηροῦ ὅτι καθίσταται τὸ τάλαντον α σὺν τῶι τέλει τῶι κατὰ Μέμφιν δραχμὰς μδ, σὺ δὲ ὅτι πυνθάνοιο εἶναι παρʼ ἡμῖν δραχμὰς μ. μὴ οὖν πρόσεχε τοῖς ληροῦσιν, πωλεῖται γὰρ παρʼ ἡμῖνἡμεῖν ἐνταῦθα δραχμὰς μη. καλῶς οὖν ποιήσεις ἀποστείλας ἡμῖν ὅσον πλεῖστον δύνηι. δέδωκα δὲ καθάπερ μοι ἔγραψας Αἰγύπτωι τῶι παρʼ ὑμῶν εἰς τὴν τιμὴν τοῦ κηροῦ ἀργυρίου δραχμὰς φ, καὶ τὸ λοιπὸν δὲ ὃ ἂν ἦι ὧι ἂν ἐπιστείληις διορθώσομαι παραχρῆμα. καὶ μέλιτος δέ μοι ληφθήτωσαν μετρηταὶ ε. ἐπαινῶ δέ σου τὴν εὔνοιαν καὶ τὴν προθυμίαν ἣν ἀεὶ εἰς ἡμᾶς ἔχεις. καὶ σὺ δʼ ἐάν του χρείαν ἔχηις τῶν καθʼ ἡμᾶς, μὴ ὄκνει γράφειν. ἔρρωσο. ἔτους λγ, Φαρμοῦθι ιθ. Ζήνωνι. τὸ θέατρον οἰκοδομῆσαι.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.