no image
DDbDP-text
Memorandum to Zenon via HGV-meta
Linked by Trismegistos ID
TM 1280.
Each record below describes this same ancient text from a different angle.
ὑπόμνημα Ζήνωνι περὶ τοῦ πλοίου. ἔστιν τὸ τέλος βασιλεῖβασιλῖ δραχμαὶ κθβ τριώβολον καὶ ὀψώνιον ναύταις οὖσιν γ ἑκάστωι δραχμαὶ ζ τριώβολον, γίνονται δραχμαὶ κβ τριώβολον, κυβερνήτηι δραχμαὶ ι, γίνονται δραχμαὶ λβ τριώβολον, εἰς δὲ ἐνιαυτὸν τϙ. ἢ δώσω ναύταις ἑκάστωι δὲ τὸ ὀψώνιον δραχμὰς ϛ καὶ πυρῶν α 𐅵, κυβερνήτηι δραχμὰς η καὶ πυρῶν α 𐅵 εἰς τὸν ἐνιαυτὸν τιβ καὶ πυρῶν ἀρτάβαι οβ. τοῦτό ἐστιν γίνονται ἀργυρίου χπ τριώβολον καὶ πυρῶν ἀρτάβαι οβ. ἢ ἐγώγώ σοι δώσω φόρον δραχμὰς φ, τὸ δὲ τέλος σὺ τάξηι, ἐὰν δέ τίς σοι χρείαχρέα τοῦ πλοίου γίνηται, ἐκ τοῦ ὑποκειμένουὑποκιμένου φόρου σοι καὶ ὀψωνίου λειτουργήσειλιτουργήσι. ἢ ἐγὼ τούς τε ναύτας θρέψω καὶ τῶι βασιλεῖβασιλῖ τάξομαι τὸ τέλος, καί σοι τὰς χρέας τὸ πλοῖον παρέξεται, σὺ δὲ δώσεις μοι εἰς τὸν ἐνιαυτὸν πυρῶν ἀρτάβας οβ εἰς τοὺς ναύτας, ὃ δεῖδῖ αὐτοὺς κατὰ μῆνα μετρεῖσθαι, ἐμαυ τῶι δὲ οὐχὶ ἀναφέρω ὀψώνιον, πλὴν δώσεις μοι πυρῶν α 𐅵. δώσεις δέ μοι τά τε ἱστία καὶ ξύλα εἰς τὴν ναυπήγησιν τοῦ πλοίου εἰς τὴν ἐπισκευὴν καὶ ναυπηγούς, τοῦτο δʼ ἐστὶν τὸ ἀνήλωμα ἱστίου δραχμαὶ ιβ καὶκαυ ναυπηγοῖς δραχμαὶ ϛ ἧλοι πηδαλίωι η. βασιλεῖβασιλῖ τέλος δ μῆνας ναύταις δ μῆνας σοὶ δ μῆναςSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.