no image
DDbDP-text
Letter to Apollonios via HGV-meta
Linked by Trismegistos ID
TM 1210.
Each record below describes this same ancient text from a different angle.
Ἀπολλωνίωι χαίρειν. εἰ ἔρρωσαι καὶ τὰ λοιπά σοι κατὰ γνώμην ἐστίν, καλῶς ἂν ἔχοι· καὶ αὐτὸς δὲ ὑγίαινον. καθότι μοι ἀνήγγελλε Θύρσος ὁ παρʼ ἡμῶν, ἑτοιμ ἵππους καὶ τὴν χίμαιραν καὶ τὴν ἀμνάδα καλῶς ποιήσεις ς ἀπεσταλμένους, ἀλλὰ συντάξας τινὶ συνπαραγεν ἀποσταλῆναι αὐτούς. τῆς μὲν οὖν χιμάρου παραλύω ἀπόστειλόν μοι ἅμα τῶι καλάμωι. καὶ σὺ δέ, καθάπερ σοι καὶ ἐνδημοῦντι ἐμνήσθην, καλῶς ποιήσεις γράφων ἡμῖν ὡς πρὸς ἀδελφοὺς περὶ ὧν ἂν θέληις· ἔσται γάρ σοι ἐνεφανίσαμεν δὲ καὶ Ζωίλωι τὴν παρʼ ὑμῶν φιλανθρωπίαν. ἔρρωσο. Ἀπολλωνίωι.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.