no image
DDbDP-text
Letter to Zenon from Pettukamis via HGV-meta
Linked by Trismegistos ID
TM 1138.
Each record below describes this same ancient text from a different angle.
Ζήνωνι χαίρειν Πεττυκᾶμις ὁ κεραμεὺς ἀφʼ Ἱερᾶς Νήσου. πεῖραν μένμέμ μου εἴληφας εἴτε εἰμὶ τεχνίτης εἴτε καὶ οὔ. ἵνα οὖν, εἰ μέλλω ἐργάζεσθαι, ἀναγκαῖόν με τοὺς τεχνίτας τοὺς μέλλοντάς μοι εἶναι χρησίμους κατίσχειν μετʼ ἐμαυτοῦ. προσπαραλήψομαι δὲ καὶ Παῆσιν καὶ τοὺς υἱοὺς αὐτοῦ· δοκιμάζω γὰρ αὐτούς, ἅμα δὲ καὶ τῆς γῆς τῆς ἐνταῦθα οὐκ ἄπειροίἄπιροί εἰσιν. ὥρα δέ ἐστιν ἐργάζεσθαι ἀπὸ τοῦ Θῶυθ, ἵνα τὰ ἔργα χωρίς τε συντελεσ θῇ ἐν ὥραι καὶ ἅμα χρήσιμα. εὐτύχει. καὶ τὸν τόπον κέλευσόνκέλευσόμ μοι παραδεῖξαι ἐν ὧι ἐργῶμαι.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.