no image
DDbDP-text
Letter from Apollonios to Panakestor via HGV-meta
Linked by Trismegistos ID
TM 757.
Each record below describes this same ancient text from a different angle.
Ἀπολλώνιος Πανακέστορι χαίρειν. τὸ πλοῖον ἔτι πρότερον ἀπεστάλκειμεν ἄν σοι, ἀλλʼ ὁρῶμεν μέγα ἀνήλωμα ἐσόμενον εἰς τοὺς ναύτας. εἰ μὲν οὖν δύνασαι τῶν ἐνἐγ Κερκῆι τισὶν δοῦναι, οἵτινες ἐργῶνται καὶ διαθρέψουσι τοὺς ναύτας, ὅταν δέ σοι χρεία ἦι τοῦ πλοίου ἀποχρήσουσι, γράψον ἡμῖν· ἀποστελοῦμεν γάρ σοι. εἰ δὲ μή, οὐχ ὁρῶ πῶς δυνάμεθα καθημένοις τοῖς ναύταιςναύτοις τὸν πλεῖστον χρόνον τοὺς μισθοὺς διὰ παντὸς διδόναι. ἔρρωσο. ἔτους κθ, Ὑπερβερεταίου κγ, Θῶυθ κδ. ἔτους κθ, Φαῶφι β. Ἀπολλώνιος φυτείας. Πανακέστορι.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.