no image
DDbDP-text
Letter from Peisikles to Zenon via HGV-meta
Linked by Trismegistos ID
TM 738.
Each record below describes this same ancient text from a different angle.
Πεισικλῆς Ζήνωνι χαίρειν. ὑπογέγραφά σοι τοῦ ἀγορασθέντος διὰ Φιλοκράτους ὄψου τὰς τιμάς· σκάρων ε καὶ τριγλῶν δραχμ , γλαυκίσκου α, καππάρου α, ἀμιῶν δ δραχμὰς β ὀβολὸν, ἑψητὸς διώβολον ἡμιωβέλιον, ὄστρεα, χῆμαι λεῖαι καὶ τραχεῖαι , ἀρτύματα χλωρὰ ἡμιωβέλιον, συκάμινος ἡμιωβέλιον, ῥοῦς ἡμιωβέλιον, τυρὸς τέταρτον, ἅλες τέταρτον, γίνονται δραχμαὶ ϛ ὀβολὸς α ἡμιωβέλιον. ἔρρωσο. Πεισικλῆς περὶ ὄψου τοῦ ἀγορασθέντος διὰ Φιλοκράτους δραχμῶν ϛ ὀβολοῦ α 𐅵. ἔτους κθ, Δαισίου κα, ἐν Ἀρσινόηι. Ζήνωνι.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.