no image
DDbDP-text
List of articles required for a voyage via HGV-meta
Linked by Trismegistos ID
TM 2296.
Each record below describes this same ancient text from a different angle.
ὑπόμνημα Ζήνωνι ὧν δεῖ κατασκευασθῆναι εἰς τὸν κέρκουρον. πρυμνητικὴ μῆκος πηχῶν ια πλάτος πηχῶν ϛ 𐅵 ἔχουσα συναγωγὴν εἰς πήχεις γ τοῦ ἄκρου συνοξῦναι τοῦ περὶ τὴν πρύμναν πλάτος πήχεις β 𐅵 ἄλλη μῆκος πηχῶν ι πλάτος πηχῶν ϛ 𐅵 ἄλλη μῆκος πηχῶν ια πλάτος πηχῶν ϛ 𐅵 ἄλλη πρῳρατικὴπρωιρατικὴ μῆκος πηχῶν η συνοξῦναι περὶ τὴν πρῷρανπρῶιραν ἐπὶ πήχεις ϛ τοῦ ἄκρου πλάτος πήχεις β 𐅵 κυβαίας. πρυμνητικὴ μῆκος πήχεις ια πλάτος πήχεις ζ 𐅵 συναγωγὴν ἔχουσα ἐπὶ πήχεις γ πλάτος τῆς συναγωγῆς πήχεις β 𐅵 ἄλλη μῆκος πηχῶν ι πλάτος πήχεις ζ 𐅵 ἄλλη μῆκος πηχῶν ια πλάτος πηχῶν ζ 𐅵 πρῳρατικὴπρωιρατικὴ μῆκος πηχῶν η πλάτος πηχῶν ζ 𐅵 αὐλαίαν λινῆν μάλιστα μὲν οὖ σαν εἰς ἑξήκοντα πήχεις, εἰ δὲ μή, ὁπόσων ἂν ὦσιν ῥίσκον χωροῦντα ὅσον στολὰς δέκα ἄλλον ἐλάσσω σκηνὴν μάλιστα μὲν πεντα κλινικήν ἐὰν δὲ μικρῶι ἐλάσσωνἐλασσω ἦι, μηθέν σοι διαφερέτω αὐλαίαν ἐρεᾶν θόλωι μῆκος πηχῶν κϛ πλάτος πήχεις γ 𐅵 ἀριστοφόρον μεῖζον θυρεοὺς β μαχαίρας σιδηροκολέους β σκυτοκολέους β κους ὑπηρέσια κερκούρου κ ρτην α χάρτας ἐγδοῦναι πεντηκοντα κόλλους ν καὶ τῶν νῦν γινομένων χρηστοὺς ρ Ἕρμων. Ζήνωνι ὑπόμνημα.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.