no image
DDbDP-text
Letter from Amyntas to Zenon via HGV-meta
Linked by Trismegistos ID
TM 703.
Each record below describes this same ancient text from a different angle.
Ἀμύντας Ζήνωνι χαίρειν. καὶ πρότερόν σοι ἐγράψαμεν ὅτι τὰ σώματα ἐνοχλεῖ ἡμᾶς τὸ ὀψώνιον ἀπαιτοῦντα, καὶ νῦν δὲ ἀξιοῦ σίν τι δίδοσθαι αὐτοῖς, εἰ μέλλουσιν εὐτακτῆσαι. καλῶς οὖν ποιήσεις γράψας ἡμῖν εἰ διδῶται αὐτοῖς. Ἀπολλώνιος μὲν γὰρ πρὸς πλείοσιν ἐστὶν ὥστε περὶ τούτων φροντίζειν. ἔρρωσο. Ἀμύντου περὶ τῶν ὀψωνίων τοῖς παισίν. ἔτους κη, Περιτίου κ, ἐν Βουβάστωι. ΖήνωνιSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.